1 | [ἐπειδὴ ὁ δῆμος ὁ Πριηνέων εὔνους] ὢ[ν] κα̣ὶ [φί]λος δ]ιετέλε̣σ[εν πρὸς τὸν] |
[δῆμον διαφυλάσσων πάντα τ]ὰ̣ φιλάν̣θρωπα̣ τὰ ὑπάρχοντα π[ρ]ὸς τὸ[ν δῆμον] | |
[τὸν Παριανῶν, καὶ νῦν πᾶσα]ν σπουδὴν καὶ φιλοτιμίαν παρασχόμενος δ[ικα]σ̣τ[ὴν] | |
[ἀπέστειλεν Ποσειδώνιον] Ἡρώιδου, ὃς παραγενόμ[ε]νος ἐδίκασεν τὰς δ[ίκας] κ[α]- | |
5 | [λῶς καὶ δικαίως καὶ συμφερ]όντως· Τύχηι ἀγαθῆ̣ι, δεδόχ[θ]αι τῶι δήμ[ωι, ἐπαινέ]- |
[σαι μὲν τὸν δῆμον τὸμ Πρ]ιηνέων καὶ στεφα̣νῶσα̣ι χρυσ[ῶ]ι στε[φ]ά[νωι τῶι ἐκ] | |
[τοῦ νόμου(?), καὶ ἀναγορεῦσ]αι ὅτι· ὁ δῆμος στεφανοῖ τὸν δῆ[μ]ον τ[ὸ]μ Πριηνέ[ων], | |
[διότι ἀπέστειλεν ἡμῖν ἄ]νδρα καλὸν καὶ ἀγαθόν· τῆς δὲ ἀναγγ[ε]λίας [ἐ]πιμ[ε]- | |
[ληθῆναι — —]· ἐπαινέσαι δὲ καὶ τὸν δικαστὴγ ΧΑΙ[— —] | |
10 | [— — καὶ στεφανῶσαι χρυ]σῶι στεφάνωι, ἀναγγέλλο[ν]τας ὅτι· [ὁ δῆμος στεφα]- |
[νοῖ τὸν δικαστὴν τὸν ἐκ Πρ]ιήνης Ποσειδώνιον Ἡρώιδου [κ]αλῶ[ς] κ[α]ὶ [δικαίως καὶ] | |
[συμφερόντως δικάσαντ]α̣ τὰ̣[ς δ]ίκας· τῆς δὲ ἀναγγελίας ἐπιμελ[η]θ[ῆναι τὸν] | |
[ἀγωνοθέτην· ἑλέσθαι δὲ καὶ πρ]εσβευτήν, ὅστις ἀφικόμε̣[ν]ο[ς] ε̣ἰ[ς Π]ριήν[ην τό τε ψήφισ]- | |
[μα ἀποδώσει καὶ τὴν τοῦ δήμο]υ εὔνοιαν ἀναγγελεῖ, ἣν ἔχων τυγχάνει π̣[ρὸς τὸν δῆ]- | |
15 | [μον τὸν Πριηνέων, καὶ παρακαλέ]σει Πριηνεῖς ἀναγγεῖλαι τὸν [στέφ]ανον το[ῦ δήμου] |
[καὶ παρ’ αὐτοῖς ἐν τῶι θεάτ]ρωι ἐν τῶι ἀγῶνι τῶν Διονυσίω[ν] ὅτ[α]ν [ἡ πόλις πρῶτον] | |
[συντελῆι τοὺς χοροὺς, ὅτι· ὁ] δῆμος ὁ Παριανῶν στεφανοῖ χρυ[σ]ῶι στ[ε]φάνωι [τὸν δῆ]- | |
[μον τὸν Πριηνέων, διότι καλὸν] καὶ ἀγαθὸν δικαστὴ̣ν ἀπέστειλεν· ἀ̣ναγγε[ῖ]λ̣[αι] | |
[δὲ καὶ τὸν τοῦ δικαστοῦ, ὅτι· ὁ δ]ῆμος ὁ Παριανῶν στεφανοῖ στεφάνω[ι] χρυ[σῶ]ι Πο[σει]- | |
20 | [δώνιον Ἡρώιδου καλῶς καὶ δι]καίως καὶ συμφερόντως δικάσαντα τὰς δίκας· |
[ὅπως δὲ πᾶσι φανερὸν ἦι ὅτι ὁ δῆ]μος πάντας τούς καλῶς καὶ δικαίως δ[ικάσαντας] | |
ἄνδρας τιμᾶν ἐπίσταται κα]τ’ ἀξίαν, τοὺς ἐξεταστὰ̣ς̣ το[ὺ]ς μετὰ [Φ]ιλόδ̣ω[ρον] | |
[— — κ]ατὰ τὸν νόμον προγράψασθαι, ὅπως δοθῆι τῶι [δι]- | |
[καστῆι πολιτεία καὶ προξ]ενία αὐτῶι καὶ ἐκγόνοις καὶ ἀτέλεια καὶ ἔγκτησι[ς] | |
25 | [γῆς καὶ οἰκίας καὶ ἄφιξι]ς κατὰ γῆν καὶ κατὰ θάλασσαν ἀσυλεὶ καὶ ἀσπον[δεὶ] |
καὶ προεδρία ἐν τοῖς ἀγῶσ]ι καὶ ἔφοδος ἐπὶ τὴμ βουλὴγ καὶ τὸν δῆμον π[ρώ]- | |
[τωι μετὰ τὰ ἱερά· ὅπως δὲ κ]α̣ὶ τὸ ψήφισμα τόδε ἀναγραφῆι εἰς στήληγ καὶ τε[θ]ῆ[ι] | |
[ἐν τῶι — —], ἐπιμελεθῆναι τοὺς ἐξεταστάς· ἀξιοῦν δ̣ὲ τ[ὸ]μ [πρ]ε[σ]- | |
[βευτὴν τὸν ἀποδειχθησόμε]νον εἰς Πριήνην καὶ Πριηνεῖς ὅπως τὰ ἐψηφ[ι]σμ̣έ̣[να] | |
30 | [ὑπὸ τοῦ δήμου ἀναγραφῆι ε]ἰς στήλην καὶ ἀνατεθῆι εἰς τὸν τόπον ὃν ἂν̣ ὁ δ[ῆ]- |
[μος ὁ Πριηνέων ἀποδείξ]ηι· τὸ δὲ ἀνάλωμα τὸ ἐσόμενον εἰς τα̣ῦτα̣ δοῦ[ναι] | |
[— — δ]οῦναι δὲ αὐτῶι καὶ τὸ εἰς τὰ ἱερὰ καὶ τὸν στέφανον τ[ό] | |
[τε ἐφόδιον — —]ς ἀποστολὴν ὅσον ὁ δῆμος ἔταξεν· ᾑρέθησαν Φαι- | |
[— —]ος Θεοχάριος[— —] | |
35 | [ἔδοξε τῶι δήμωι· — —]ίου εἶπεν· ἐπειδὴ Παριανοὶ διαφυλάσσοντες τά̣ τε φι- |
[λάνθρωπα τὰ ὑπάρχοντα ταῖς π]όλεσιν ἐκ παλαιῶγ χρόνων ψή̣φισμα̣ κ̣[α]ὶ̣ πρ[ε]- | |
[σβευτὴν ἀπεστάλκασιν — —] |
IMT Gran/Pariane
1009