[ ] Aiol.Mys.: Kaikos — bei Ilıca [A: Pergamon?] — AvP VIII 2,576
a    {²oberer Teil (a)
1 τύμβον μέν, Φ[ιλάδελφε, Γλύκων]
σοι δείμαθ’ ἑτα[ῖρος], |
ὅντε λίπες τῆς [σῆς ἄξιον]
υἷα τέχνης· |
5 ὅσσον γὰρ σὺ κράτιστος ἰη-
τρῶν ἔπλεο πάντων, |
τόσσον τῶν ἄλλων ἔξο-
χός ἐστι Γλύκων· | ψυχὴ
δ’ ἐκ ῥεθέων πταμένη μ[ε]-
10 τὰ δαίμονας ἄλλους | ἤλ[υ]-
θε σή, ναίεις δ’ ἐν μακάρω[ν]
δαπέδῳ· | ἵλαθι καί μοι ὄ-
παζε νόσων ἄκος ὡς τὸ πά-
ροιθεν· | νῦν γὰρ θειοτέ-
15 ρην μοῖραν ἔχεις βίοτο[υ]· |
ἄξιον, ὦ Φιλάδελφ’, ἀρε[τῆς πό]-
τμον ἔλλαχες αἴσης, | [ἔξοχ’]
ἰητορίης, ἔξοχε καὶ σ[οφίης]· |
[ο]ὐ γὰρ δὴ νο[ῦ]σος [σ]έβ[ας ἄρθ]-
20 [ρων ὤλεσε τ]ῶνδε, | γόμ[φων]
ἁρμ[ονί]ην [δηρ]ὸς ἔλυ[σε χρό]-
νος· | οἷον δὲ ὑπνώω[ν ἐν]-
ερεύ[θ]εται ἄνθεα μήλ[ων], |
τοῖος καὶ ν[έ]κυς ὢν κ[εῖσο]
25 καταλ[λ]εχέων· | νῦν σ’ [ἤδη]
δύναμαι θαρρῶν εὐδαίμ[ο]-
να κλῄζειν, | ὄλβιε καὶ ζω-
ῆς, ὄλβιε καὶ θανάτου· (leaf) |
εὖ θάνεν Ἱπποκράτης· ἀλλ’ [ο][θάνεν]·
30 οὐδ’ ἄρ’ ἔγωγε, | τοῦ πάλαι Ἱππο[κρά]-
τους οὐδὲν ἀσημότερος· |
ἀλλ’ ἔτυμον ψυχὴ μένει ο[ὐρανί]-
η Φιλαδέλφου, | σῶμα δὲ [θνητὸν ἐ]-
ὸν χθὼν ἱερὴ κατέχει· |
35 τ[— — — — — — — — — — — — — — —]
[— — — — — — | — — — — — — — — — —]
[— — — — — — — — — — — — — — —] |
b    {²unterer Teil (b)
1 χαῖρε, γύναι Πάνθεια,
παρ’ ἀνέρος, ὃς μετὰ μοῖραν |
σὴν ὀλοοῦ θανάτου πένθος
ἄλαστον ἔχω· | οὐ γάρ πω τοί-
5 ην ἄλοχον ζυγίη<ν> ἴδεν Ἥρη |
εἶδος καὶ πινυτὴν ἠδὲ σαοφρο-
σύνην· | αὐτή μοι καὶ παῖδας ἐγεί-
ναο πάντας ὁμοίους, | αὐτὴ καὶ
γαμέτου κήδεο καὶ τεκέων |
10 καὶ βιοτῆς οἴακα καθευθύνεσκες
ἐν οἴκῳ | καὶ κλέος ὕψωσας ξυ-
νὸν ἰητορίης, | οὐδὲ γυν<ή> περ
ἐοῦσα ἐμῆς ἀπολείπεο τέχνης· |
τοὔνεκά σοι τύμβον τεῦξε Γλύ-
15 κων γαμέτης, | ὅς γε καὶ ἀθ[ανά]-
τοιο δέμας κεύθει Φιλαδέλ[φου], |
[ἔ]ν[θα] κ[α]ὶ αὐτὸς ἐγὼ κείσο[μαι],
αἴ κε θά[νω], | ὡ[ς ἀγλα]ϊσμὸ[ν ζῶν]
σοι ἐκοινώνησα κα[τ’] α[ἶσα]ν, |
20 ὧδε δὲ κα(ὶ) <ξ>υνὴν {ην} γαῖαν ἐφε[σ]-
σάμενος· |
Search Help
Contact Us