[ ]
Aiol.Mys.: Kaikos — bei Kazıkbağları? [Ab: Elaia? / Pergamon] — 1.Jh.n.Chr. — TTK Belleten 29,1965,588-91 Nr.2
1 | ἔδοξεν τοῖς [ἀπὸ τῆς οἰκουμένης ἱερονίκαις] |
καὶ συνστεφα[νείταις καὶ τοῖς τούτων ἐπι]- | |
στάταις ἐπὶ το[ῦ ἐν Νεαπόλει ἀγῶνος]· | |
ἐπεὶ Μᾶρκος Ἀ̣λ̣[φίδιος Ἐλαΐτης — — —] | |
5 | ΔΩΝΗΟΜΙΜΩ[— — — — — — — — — — — — —] |
καὶ ἐπιεικέστατος ἐγένετ[ο π]ρ[ὸς] εὐφύειαν | |
καὶ φιλοπονίαν ἐ̣π̣ὶ̣ τὸ τελειότατον τῆς ἐν | |
ἀθλήσει πράξεως ἤλασεν ὡς πλείστους | |
ἀγῶνας καὶ ἱεροὺς καὶ ἰσακτίους ἐπιδό- | |
10 | ξως κατορθῶσαι καὶ κατὰ πρᾶξιν μηδέ- |
ποτε χείρων μηδενος ἐλεγχθῆναι ἐνα- | |
γωνιζόμενος τῆι περιόδωι, καὶ τοὺς | |
μὲν ἤδη νενεικηκὼς αὐτῆς, ἀγῶνας, οὓς | |
δὲ τὰ μάλιστα ἐλπιζόμενος ὑπὸ τοῦ | |
15 | βασκάνου δαίμονος μεσολαβηθεὶς |
ἐν τῆι καλλίστηι ἀκμῆι ἐτελεύτα ἐπὶ τοῦ | |
ἐν Νεαπόλει ἀγῶνος, ἥ τε ἐπὶ τῷ ἀνδρὶ | |
συμφορὰ οὐ μόνον ἀνειαρὰ πᾶσιν διὰ | |
τὴν πρὸς αὐτὸν εὔνοιαν ἐγένετο, ἀλλὰ καὶ | |
20 | τὰ μέγιστα ἔβλαψεν τοὺς συναθλητὰς |
ἐκκόψασα τὸ κράτιστον ὑπόδειγμα καὶ κα- | |
τὰ σωφροσύνην καὶ κατὰ πρᾶξιν· δεδό- | |
χθαι τοῖς ἀπὸ τῆς οἰκουμένης ἱερονίκαις | |
καὶ στεφανείταις καὶ τοῖς τούτων ἐπιστά- | |
25 | ταις μαρτυρῆσαι πρὸς τὴν πατρίδα διὰ |
ψηφίσματος, πάντων ἐπισημηναμένων, | |
τῶι μὲν ἀναξίωι πρὸ ὥρας τελευτᾶν Μαρ- | |
κῶι Ἀλφιδίωι ἀνδρὶ θαυμασιωτάτωι τήν τε | |
ἀμεί̣μητον αὐτοῦ σωφροσύνην καὶ ἡμε- | |
30 | ρότητα ἣν ἐπεδείξατο παρὰ πάντα τὸν τῆς |
ἀθλήσεως χρόνον, ὃν ἔφθη προλαβών, καὶ | |
τὴν ἀνυπέρβλητον αὐτοῦ πρᾶξιν, δηλῶσαι | |
δὲ καὶ τὴν τῶν συνιερονικῶν εἰς αὐτὸν | |
συμπαθίαν, ὅτι εἰς μὲν τὸ κῆδος αὐτο- | |
35 | κέλευστοι καὶ ὁμοθυμαδὸν ἠθροίσθη- |
σαν, καὶ κοινῇ καὶ ἰδίᾳ τὰ νομιζόμενα εἰς | |
τὴν τοιαύτην τειμὴν ἐπιφέροντες καὶ κα- | |
τοδυράμενοι ὡς οἰκεῖον ἅπαντες προέ- | |
πεμψαν τὴν τελευταίαν, ὑπὸ δὲ δύο τῶν | |
40 | καὶ ἐκκομιζόντων αὐτὸν τῶν τότε ἐπιση- |
μοτάτων ἱερονικῶν ἀνήγγειλάν τε στεφά- | |
νοῦντες αὐτὸν ἐν τῶι κοινῶι οἱ ἀπὸ τῆς | |
οἰκουμένης ἱερονῖκαι χρυσοῖς στεφά- | |
ν̣οις καὶ εἰκόσι γραπταῖς ἐν ὅπλοις ἐπιχρύ- | |
45 | [σ]οις καὶ ἀνδριᾶσιν, οὓς καὶ ἀνασταθῆ- |
[ναι ἐ]πιγραφὴν ἔχοντας ὅτι· οἱ ἀπὸ τῆς οἰ- | |
[κουμέ]νης ἱερονῖκαι καὶ στεφανεῖται καὶ οἱ | |
[τούτω]ν̣ ἐπιστάται ἐτείμησαν Μᾶρκον | |
Ἀλφ[ίδιον] τὸν συνιερονίκην μεσολαβη- | |
50 | θέντα [ἐν τῆι] κρατίστηι ἀκμῆι τῆς ἀθλήσε- |
ως, ἄνδ[ρα] π̣προσηνέστατον πᾶσιν | |
καὶ διενηνοχ[ό]τα τῶν καθ’ αὑτὸν καὶ πρά- | |
ξεως ἕνεκεν [καὶ τ]ῆς περὶ τἄλλα σωφρο- | |
σύνης καὶ κο[σμι]ότητος· μαρτυρῆσαι | |
55 | δὲ καὶ Μην̣[․․․․] Ἡρακλείδου τῶι ἐκ παιδὸς̣ |
αὐτοῦ φ[ίλωι ․․․․]βε[․․․․․] καὶ ὑπερβάλ- | |
λουσαν ἐπιδεδειγ̣μ̣έ̣νωι ἐν παντὶ και- | |
ρῶι τὴν εἰς τὸν [φίλον εὔν]οιαν. vacat |