[ ] Aiol.Mys.: Kaikos — Elaia — hellenistisch — TTK Belleten 29,1965,585-86 Nr.1 [BullEp 1968,441]
[— — — — — — — — — — — — — ἀναγράψαι δὲ τὸ]
1 ψήφισμα τόδε εἰς στήλην λιθίνην τοὺἐξε]τα-
στὰς [κα]ὶ ἀναθεῖναι εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς, <ὅπ>ως
ἂν ἦι φανερὸν ὅτι ὁ δῆμος ὁ Ἐλαϊτῶν τοῖς εὐεργέ-
ταις ἀποδίδωσιν χάριτας <ἀεὶ> ὧν ἂν εὖ πάθηι·
5 τὸ δὲ ἀνάλωμα το [γ]ενόμενον εἴς τε τὴν ἀναγραφὴ[ν]
τοῦ ψηφίσματος καὶ τὴν ἀνάθεσιν τῆς στήλης δοῦνα[ι]
τὸν ταμίαν ἀπὸ τῶν προσόδων· ἑλέσθαι δὲ καὶ [π]ρε-
ζβευτὰ<ς> πρὸς Δημόστρατον οἵτινες τό τε ψηφί-
σμα ἀνοίσουσιν καὶ ἀναγγελοῦσι τὴν εὔνοιαν ἣν [ἔ]-
10 χων ὁ δῆμος διατελεῖ πρὸς αὐτόν· πρ[εζβε]υ[ταὶ ἡιρέ]-
θησαν οἱ στρατηγοί.
Search Help
Contact Us