[ ] Aiol.Mys.: Kaikos — Kapatzedes [Ab: Elaia?] — 129 v.Chr. — AM 38,1913,37-40 [AE 1913,185]
1 ․․․․․․․․․ [πρ]ὸς θεῶ[ν] ․․․
․․․․․․․․․ [τ]ούτου δὲ τη․․․
․․․․․․․․․ου
[ἔδοξεν τῆι βουλῆι κ]αὶ [τ]ῶι δή[μωι],
5 ․․․․․․․․․ [Νικ]άνορος
․․․․․․․․․ [Διο]ν[υ]σίου
․․․․․․․․ [Ἀρ]χίο[υ]
․․․․․․ [Με]νάνδρο[υ]
[Π]ολύστρ[ατος Μ]ένωνος
10 στρατη[γοὶ εἶ]παν·
[ἐπεὶ ὁ δῆ]μος ἡμῶν [φυλάσσ]ων ἀπ’ ἀρ[χῆς τὴν]
[πρὸς Ῥ]ωμαίους εὔν[οιαν κα]ὶ φιλίαν π[ολλὰς]
[καὶ ἄ]λλας ἐν τοῖς [ἀναγκα]ιο[τά]τοις κ[αιροῖς]
[τῆς] προαιρέσεως [ἀποδε]ίξεις πεπό[ηται],
15 [ὁμ]οίως δὲ καὶ ἐν τ[ῶι πολέ]μωι τῶι π[ρὸς]
[Ἀρ]ιστόνικον τὴ[ν πᾶσα]ν εἰσφερό[μενος]
[σ]πουδὴν μεγάλο[υς ὑπέ]στη κινδύ[νους]
[κ]αὶ κατὰ γῆν καὶ κ[ατὰ θ]άλασσαν, [ἐξ ὧν]
[ἐ]πιγνοὺς ὁ δῆμος [ὁ Ῥωμ]αίων τὴν π[ροαίρε]-
20 [σ]ιν τοῦ ἡμετέρου [δήμου] καὶ ἀποδεξ[άμενος]
τὴν εὔνοιαν προσ[δέδεκ]ται τὸν δῆ[μον]
ἡμῶν πρός τε τὴν φ[ιλίαν κ]αὶ συμμα[χίαν],
ἀνακειμένο[υ] δὲ ἐ[ν Ῥώμη]ι ἐν τῶι ἱερῶ[ι τοῦ]
Διὸς τοῦ Καπετωλ[ίου πίν[ακος [χ]αλκο[ῦ καὶ]
35 [ἐ]ν αὐτῶι κατατετα[γμένων] τοῦ [τε γε]γονότος
[δ]όγματος [ὑ]πὸ τῆς [συγκλήτ]ου περὶ τῆς συμμα-
[χ]ίας, ὁμοίως δὲ καὶ τ[ῆς συνθήκ]ης, καθήκει καὶ
[πα]ρ’ ἡμ[ῖν] ἀναγραφῆν[αι αὐτὰ ε]ἰς πίνακας
[χ]αλκοῦς δύο καὶ τε[θῆναι ἔ]ν τε τῶι ἱερῶι
30 [τ]ῆς Δήμητρος καὶ ἐ[ν τῶι β]ουλευτηρίωι
[παρ]ὰ τὸ ἄγαλμα τῆς [Δημοκ]ρατίας· δεδ[όχ]θαι
[τῆι] βουλῆι καὶ τῶι δ[ήμωι] τοὺς ἐξετασ[τ]ὰς
[δι’] ὧν καθήκει ἔγδο[σιν πο]ήσασθαι τῆς τε
[τῶν πι]νάκων κατασκε[υῆς κ]αὶ τῆς ἐν αὐτοῖς
35 [ἀναγ]ραφῆς, ὁμοίως [δὲ καὶ] στηλῶν μαρμαρί-
[νων δ]ύο, εἰς ἃς, ὅταν [οἱ πίν]ακες συντελεσθῶ-
[σιν, ἐ]ναρμοσθῆναι [αὐτού]ς, ἀναγραφῆναι δὲ
[ἐν ταῖ]ς στήλαις διε[ξοδικ]ῶς τὸ ἀντίγραφον
[τοῦδε] τοῦ ψηφίσμα[τος ὅτα]ν τε ἡ ἀνάθεσις
40 [αὐτῶ]ν ἐπιτελῆται, [τὸν στ]εφανηφόρον καὶ
[τοὺς ἱ]ερεῖς καὶ τὰς ἱ[ερείας κ]αὶ τοὺς ἄρ[χ]οντας
[ὑπὲρ] τῶν πολιτῶν [ἀνοίξα]ντας τοὺς ναοὺς
[τῶν θ]εῶν ἐπιθυμιᾶ[ν τὸν λιβ]ανωτὸν, ε[ὐχ]ομέ-
[νους]· "ἐπ’ ἀγαθῆι τύχ[ηι καὶ σω]τηρίαι τοῦ τε
45 [ἡμε]τέρου δήμου κ[αὶ τῶν Ῥωμ]αίων καὶ τοῦ κοι-
[νοῦ τ]ῶν περὶ τὸν Κ[αθηγεμόν]α Διόνυσον τε[χ]νι-
[τῶν] μεῖναι ἡμῖν εἰς ἅπ[αντα τὸ]ν [χ]ρόνον τὴν πρὸς
[Ῥωμ]αίους φιλίαν κα[ὶ συμμα]χίαν"· παραστα-
[θῆ]ναι δὲ καὶ θυσίαν ὡ[ς καλλ]ίστην τῆι τε
50 [Δή]μητρι καὶ τῆι Κόρ[ηι ταῖς π]ροκαθημέναις
[θε]αῖς τῆς πόλεως ἡ[μῶν, ὁμο]ίως δὲ καὶ τῆι
[Ῥώμ]ηι καὶ τοῖς ἄλλοι[ς θεοῖ]ς πᾶσι καὶ πάσαις·
[εἶν]αι δὲ καὶ τὴν ἡμέρ[αν ἱερ]ὰν καὶ ἀνεθῆναι
[τοὺ]ς τε παῖδας τῶν μ[αθημάτ]ων καὶ τὴν οἰκε-
55 [τε]ίαν τῶν ἔργων· ἐπι[τελεσθ]ῆναι δὲ ἀπὸ τῆς
[θυ]σίας διαδρομὴν το[ῖς τε πα]ισὶν καὶ τοῖς νέοις,
[τὴ]ν ἐπιμέλειαν ποησ[αμένω]ν τοῦ τε παιδονόμου
[κα]ὶ τοῦ γυμνασιάρ[χ]ο[υ· τὸ δὲ ἐ]σόμενον ἀνά[λ]ωμα
[εἴ]ς τε τὴν κατασκευὴ[ν τῶν π]ινάκων καὶ τἄλλα
60 [πρ]οέσθαι Εὐκλῆν καὶ Δ[ιονύσι]ον τοὺς ταμίας
[ἀφ’] ὧν [χ]ειρίζουσιν προ[σόδων].
Search Help