[ ] Ionien — Erythrai (Ildırı) [Ae: 2. Atarneus] — 350-344/342 v.Chr. — IK 1,9
[․․· ἐὰν δὲ Ἐρυθραῖοι ἐκτιθῶνταί τ]-
1 [ι ἐς] τ̣ὴ̣ν̣ χ̣ώραν τὴν̣ [Ἑ]ρμ[ί]ου κ[αὶ τῶν ἑ]-
[τ]αίρων πολέμου ἕνεκεν, εἶ[ναι ἀτε]-
λ̣έα πάντα καὶ τὰ ἐκ τούτ<ω>ν [γενόμε]-
[ν]α, πλὴν ὅσ’ ἄν τις ἀποδῶται· [τῶν δὲ π]-
5 [ρ]ηθέντων τελείτω πεντηκ[οστήν· ἐ]-
πειδὰν δὲ εἰρήνη γένηται, [ἀπάγεσ]-
θαι ἐν τριήκοντα ἡμέραις· [ἐὰν δὲ μ]-
ὴ ἀπάγηται, τελείτω τὰ τέλ[η· ἐκτίθ]-
εσθαι δὲ ἐπαγγείλαντας δ[ικαίως]·
10 εἶναι δὲ καὶ Ἑρμίαι καὶ το[ῖς ἑταί]-
ροις, ἐάν τι βού<λ>ωνται ἐκτ[ίθεσθα]-
ι, κατὰ ταὐτά· ὀμόσαι δὲ Ἐρυ[θραίου]-
ς Ἑρμίαι καὶ τοῖς ἑταίροι[ς· ὁ δὲ ὅρ]-
κος ἔστω ὅδε· βοηθήσω Ἑρμί[αι καὶ τ]-
15 οῖς ἑταίροις καὶ κατὰ γῆν [καὶ κατ]-
ὰ θάλασσαν παντὶ σθένει κ[ατὰ τὸ δ]-
υ̣νατὸν καὶ τὰ ἄλλα ἐπιτελ[έω κατὰ]
[τ]ὰ̣ ὡμολογημένα· ἐπιμέλεσ[θαι δὲ τ]-
[οὺ]ς στρατηγούς· ὁρκῶσαι δ[ὲ ἀγγέλ]-
20 [ους ἐ]λθόντας παρ’ Ἑ[ρ]μίου κ[αὶ τῶν ἑ]-
[ταίρ]ων μετὰ τῶν στρατηγῶ[ν τῶν ἐν]
[Ἐρυθ]ρ̣αῖς ἱεροῖς τελείοι[ς, τὰ δὲ ἱ]-
[ερὰ π]α̣ρέχειν τὴν πόλιν· ὁμ[οίως δὲ]
[καὶ Ἑ]ρ̣μίαν καὶ τοὺς ἑταίρ[ους ὀμό]-
25 [σαι δ]ι̣’ ἀγγέλων βοηθήσειν [Ἐρυθρα]-
[ίοις κ]αὶ κατὰ γὴν καὶ κατὰ [θάλασσ]-
[αν παν]τὶ σθένει κατὰ τὸ δυ[νατὸν κ]-
[αὶ τὰ ἂ]λλα ἐπιτελεῖν κατὰ [τὰ ὡμολ]-
[ογη]μ̣ένα, ὀμνύναι δὲ θεοὺς [τοὺς ὁρ]-
30 [κίο]υ̣ς· γράψαι δὲ ταῦτα ἐ’στ[ήλην λι]-
[θίνη]ν καὶ στῆσαι Ἐρυθραί[ους μὲν]
[ἐς τὸ] ἱ̣ερὸν τῆς Ἀθηναίης, Ἑ[ρμίαν δ]-
[ὲ ἐς τ]ὸ̣ ἱερὸν τοῦ Ἀταρνέως.
Search Help