1 | [ἐπ]ὶ Μενεκλέους ἄρχοντος ἐπὶ τῆς Πανδιονίδ- |
[ος] ὀ[γ]δόης πρυτανείας, ἧι Θεόδωρος Λυσιθέου | |
[Τρ]ι[κ]ο[ρ]ύσιος ἐγραμμάτευεν· Ἀνθεστηριῶνος | |
[ἕνει κ]αὶ νέαι· ἐκκλησία· τῶν προέδρων ἐπεψήφ- | |
5 | [ιζεν ․․․δ]ωρος Ναυσιμάχου Εὐωνυμεὺς καὶ συ- |
[νπρόεδρ]οι· v ἔδοξεν τῶι δήμωι· Καλλίστρατο- | |
[ς Γλ]αύκωνος Κρωπίδης εἶπεν· περὶ ὧν ἀπαγγέλ- | |
[λουσιν ο]ἱ ἐπιμεληταὶ τῶν μυστηρίων ὑπὲρ τῆ- | |
[ς θυσίας], ἣν ἔθυσαν ἐν τοῖ[ς πρ]ὸς Ἄγραν μυστηρ- | |
10 | [ίοις, v] ἀγαθεῖ τύχει δεδόχθαι τεῖ βουλεῖ τοὺ- |
[ς πρ]οέδ[ρο]υς, οἳ ἂν λάχωσιν προεδρεύειν ἐν τῶ- | |
[ι δήμωι ε]ἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν προσαγα- | |
[γεῖ]ν αὐτο[ὺς] πρ[ὸ]ς τὸν δῆμον καὶ χρηματίσαι, γ- | |
[νώμη]ν δὲ ξυμ[β]άλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆ- | |
15 | [μον], ὅτι δοκεῖ τεῖ βουλεῖ, τὰ μὲν ἀγαθὰ δέχεσθ- |
[αι] τὴν βουλὴν καὶ τὸν δῆμον ἅ φασιν γεγονένα- | |
[ι ἐ]ν τοῖς ἱεροῖς οἷς ἔθυον ἐφ’ ὑγιείαι καὶ σωτ- | |
[ηρί]αι τῆς βουλῆς καὶ τοῦ δήμου καὶ τῶν ἄλλων | |
[ὅσ]οι εἰσὶν εὔνους καὶ φίλοι τοῦ δήμου· v ἐπει- | |
20 | [δὴ δ]ὲ οἱ ἐπιμεληταὶ [τ]ῶν μυστηρίων πρότερόν |
[τε] ἐν τεῖ θυσ[ί]αι τῶν μεγάλων μυστηρίων ἐπεμ- | |
[ελή]θ[η]σαν τῆς θυσίας καὶ νῦν τεθύκασιν τὰ σω- | |
[τήρ]ια [τα]ῖς [θ]εα[ῖς] ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμ- | |
[ου ἐκ] τῶ[ν ἰδ]ίων καὶ τῶν ἄλλων ἐπιμεμέληνται | |
25 | [καλῶ]ς κα[ὶ φ]ιλοτίμως, ἐπ[αινέσ]αι τοὺς ἐπιμε[λ]- |
[ητὰς τ]ῶ[ν μ]υστηρίων [v Φιλοκτ?]ήμονα̣ Γλαύκων[ο]- | |
[ς Κρωπί]δην v Δημ[ο]κ[ρά]τη[ν] Ἐπι[κρ]ά[τ]ου ἐκ Κερ[αμ]- | |
[έων] εὐσεβε[ί]α[ς] ἕνεκα τῆ[ς πρὸς τὰ]ς θεὰς κ[αὶ φι]- | |
[λοτι]μί[ας τῆ]ς πρὸς τὴ[ν βουλὴν καὶ τὸν δῆμον· ἀ]- | |
30 | [ναγράψαι δ]ὲ τόδε [τὸ ψήφισμα τὸν γραμματέα τ]- |
[ὸν κατὰ] πρυτα[νείαν ἐν στήληι λιθίνηι καὶ στ]- | |
[ῆσαι ἐν τῶι] Ἐλευσ[ινίωι — — — — — — — — — —] |
IG II²
661