[ ] Tr.: südl. Troas — Assos (Behramkale) — 2.Jh.n.Chr. — IK 4,71
1               ]․ονιαν υπο․․․μιον γ̣ ἀπαθῶς
              σ]ῶμα· λ̣έγω δὲ εὐσεβῇ φύσιν προι̣ρει
              ]δύσκολον γάρ ἐστιν· ἆ τὸν̣ ἄλλον
   θέντα μετ]ὰ τὸν ἐμὸν θάνατον εἰς τὴν αὐτὴν λ̣άρ-
5 [νακα πλὴν τ]ῆς γυναικός μου̣· ․․ρδος τε θεὶ̣ς παρατί-
[θεμαι τὸ μ]νῆμα ἡμῶν Γῆι Κόρηι Πλούτωνι πρὸς
[τὸ μ]ηδένα τολμῆσαι μήτε ἀφ’ αἵματος μήτε ἀλλό-
    τ̣ριον χρήσασθαι αὐτῶι μήτε δυνηθῆναί τίνα
     μετὰ τὴν ἐμὴν ἐνταφὴν ἀ̣νοῖξαι τὸ κ̣αμάριον·
10     [κ]αὶ ἐπιβοῶι οὓς προωνόμακα καταχθονίους
[θε]ούς· εἴ τις τολμήσει ἐξ ἐκείνων, αὐτοῖ̣ς πᾶ-
    [σαν ἀκ]ο̣λ̣ο̣υ̣θῆσαι κόλασιν.
Search Help