[ ] Tr.: südl. Troas — Assos (Behramkale) — spätestens 2.Jh.n.Chr. — IK 4,28
1 δόγμα περὶ τοῦ μὴ καθίστασθαι πράκτορας,
γώμη βουλῆς τε καὶ δήμου, λαχόντων δο-
γματογράφων Ἐπάνθους τοῦ Ἑρμογένους,
Ἑρμογένους τοῦ Ἐπάνθους, Κρατησινεί-
5 κου τοῦ Μενεσθέως· ἐπειδὴ ὁ κοινὸς ἁπάν-
των ἐκ προγόνων εὐεργέτης Τι. Κλ. Νεικά-
σις σὺν ἅπασιν οἷς ἄλλοις εὐεργετῖ τὴν πα-
τρίδα, κοσμῶν τὸ ἑαυτοῦ γένος, ἐν παντὶ και-
ρῷ ἐνδεικνύμενος τὴν εἰς τὴν πατρίδα εὔ-
10 νοιαν, καὶ τῇ σήμερον ἡμέρᾳ βεβούληται
νομοθέτης εἰς τὸν αἰῶνα [κα]τασστῆναι τῆς
κοινῆς εὐεργεσίας καὶ πικρ[οῦ καὶ] μεγάλου φορ-
τίου τὴν πατρίδα κου[φίσαι, αὐτ]ὸς ἀναδεχό-
μενος τὴν τῶν πολ[ιτικῶν πρα]κτόρων πρᾶ-
15 ξιν, δεδόχθαι τῇ [βουλῇ καὶ τῷ δ]ήμῳ καὶ τοῖς
πραγματευομ[ένοις παρ’ ἡμῖν Ῥ]ωμαίοις· ἐπῃ-
νῆσθαι μὲν Τ[ι. Κλ. Νεικάσιν] τὸν ἄρ[χ]ον-
τα, λέγοντα [μὲν ἀεὶ περὶ τῆς π]όλεως
τὰ κάλλιστ[α,                  ο]υς τὰ ἐ-
20 πικεφά[λαια                     ] τὸν
στρα[τηγὸν                    στρα]τηγί-
ας̣ νομο[                           ]ου
τὴν κατόρθ[ωσιν
πράκτορ[ας — — —
25 ξενικ[— — —
τουτ[— — —
το[— — —
Search Help