[ ]
Äg. Inseln — Thasos [Aa: Assos] — ca. 80-70 v.Chr. — Dunant--Pouilloux, Thasos II Nr.170; IK 4,11a
1 | Ἀσσίων |
γνώμη τοῦ δήμου· ἐπειδή — προγραφῆς | |
γενομένης ὅπως Διονυσόδωρος [Πεμ]- | |
πίδου Θάσιος, εὔνους ὑπάρχων τῶι [δή]- | |
5 | μωι καὶ γενόμενος εὔχρηστος τῆι π[όλει] |
ἐγ καιροῖς ἀναγκαίοις, τιμηθείη προξεν[ί]- | |
αι καὶ πολιτείαι καὶ τοῖς ἄλλοις φιλανθρ[ώ]- | |
ποις — κεχειροτόνηκε τὴν προγραφὴν ἥ τε | |
βουλὴ καὶ ὁ δῆμος· δεδόχθαι τῆι βουλῆι | |
10 | καὶ τῶι δήμωι· ἐπαινέσαι Διονυσόδωρον |
Πεμπίδου Θάσιον ἐπὶ τῆι αἱρέσει ἧι ἔχων | |
πρὸς τὸν δῆμον διατελεῖ, καὶ εἶναι αὐτὸν | |
πρόξενον τῆς πόλεως· καὶ ἀναγραψάτω- | |
σαν τὸ ὄνομα αὐτοῦ πατρόθεν καὶ τῆς | |
15 | πόλεως οἱ ἄρχοντες εἰς στήλην ἧι καὶ |
τοὺς ἄλλους προξένους ἀναγράφουσιν· | |
ὑπάρχειν δὲ αὐτὸν καὶ πολίτην ἡμῶν· εἶναι | |
δὲ αὐτῶι καὶ ἔφοδον ἐπί τε τὴν βουλὴν καὶ | |
τὸν δῆμοη πρώτωι μετὰ τὰ ἱερά, καὶ δίκας | |
20 | προδίκους καὶ τἄλλα φιλάνθρωπα ὅσα |
καὶ τοῖς ἄλλοις προξένοις τῆς πόλεως ὑ- | |
πάρχει, καὶ ἄφιξιν εἰς τὴν πόλιν ἡμῶν ἀσυλεὶ | |
καὶ ἀσπονδεί· ὑπάρχειν δὲ αὐτῶι κα<ὶ> τἄλλα φ[ι]- | |
λάνθρωπα ὅσα καὶ τοῖς πολίταις· ἵνα δὲ | |
25 | καὶ Θάσιοι ἐπιγνῶσιν τὴν αἵρεσιν τοῦ πλή- |
θους ὡς διάκειται εὐχαρίστως πρὸς Διο- | |
νυσόδωρον Πεμπίδου Θάσιον, χειρίσαι ἐν | |
τῆι ἐκκλησίαι πρεσβευτὴν πρὸς Θασίους | |
ὅστις ἀποδημήσας ἀσπάσεται αὐτοὺς | |
30 | παρὰ τοῦ δήμου καὶ ἐπελθὼν ἐπ’ ἐκκλησί- |
αν παρακαλέσει φίλους ὄντας καὶ εὔνους | |
τοῦ δήμου ἀποδέξασθαι τὴν τοῦ πλή- | |
θους προαίρεσιν καὶ ἀναγρ[άψα]ντας εἰς στή- | |
λὴν λευκοῦ λίθου τὸ ψήφισμα τόδε {καὶ} θεῖναι | |
35 | εἰς τὸν ἐπιφανέστατον παρ’ αὐτοῖς ὑπάρχον- |
τα τόπον· τοῦτο γὰρ πράξαντας τά τε δεδο- | |
μένα Διονυσοδώρωι φιλάνθρωπα συναυ- | |
ξήσειν καὶ χαριεῖσθαι τῶι δήμωι· πρεσβευτὴς | |
εἱρέθη Θέμιστος Φανοδίκου. |