[ ] Äg. Inseln — Thasos [Aa: Assos] — ca. 80-70 v.Chr. — Dunant--Pouilloux, Thasos II Nr.170; IK 4,11a
1             Ἀσσίων
γνώμη τοῦ δήμου· ἐπειδή — προγραφῆς
γενομένης ὅπως Διονυσόδωρος [Πεμ]-
πίδου Θάσιος, εὔνους ὑπάρχων τῶι [δή]-
5 μωι καὶ γενόμενος εὔχρηστος τῆι π[όλει]
ἐγ καιροῖς ἀναγκαίοις, τιμηθείη προξεν[ί]-
αι καὶ πολιτείαι καὶ τοῖς ἄλλοις φιλανθρ[ώ]-
ποις — κεχειροτόνηκε τὴν προγραφὴν ἥ τε
βουλὴ καὶ ὁ δῆμος· δεδόχθαι τῆι βουλῆι
10 καὶ τῶι δήμωι· ἐπαινέσαι Διονυσόδωρον
Πεμπίδου Θάσιον ἐπὶ τῆι αἱρέσει ἧι ἔχων
πρὸς τὸν δῆμον διατελεῖ, καὶ εἶναι αὐτὸν
πρόξενον τῆς πόλεως· καὶ ἀναγραψάτω-
σαν τὸ ὄνομα αὐτοῦ πατρόθεν καὶ τῆς
15 πόλεως οἱ ἄρχοντες εἰς στήλην ἧι καὶ
τοὺς ἄλλους προξένους ἀναγράφουσιν·
ὑπάρχειν δὲ αὐτὸν καὶ πολίτην ἡμῶν· εἶναι
δὲ αὐτῶι καὶ ἔφοδον ἐπί τε τὴν βουλὴν καὶ
τὸν δῆμοη πρώτωι μετὰ τὰ ἱερά, καὶ δίκας
20 προδίκους καὶ τἄλλα φιλάνθρωπα ὅσα
καὶ τοῖς ἄλλοις προξένοις τῆς πόλεως ὑ-
πάρχει, καὶ ἄφιξιν εἰς τὴν πόλιν ἡμῶν ἀσυλεὶ
καὶ ἀσπονδεί· ὑπάρχειν δὲ αὐτῶι κα<ὶ> τἄλλα φ[ι]-
λάνθρωπα ὅσα καὶ τοῖς πολίταις· ἵνα δὲ
25 καὶ Θάσιοι ἐπιγνῶσιν τὴν αἵρεσιν τοῦ πλή-
θους ὡς διάκειται εὐχαρίστως πρὸς Διο-
νυσόδωρον Πεμπίδου Θάσιον, χειρίσαι ἐν
τῆι ἐκκλησίαι πρεσβευτὴν πρὸς Θασίους
ὅστις ἀποδημήσας ἀσπάσεται αὐτοὺς
30 παρὰ τοῦ δήμου καὶ ἐπελθὼν ἐπ’ ἐκκλησί-
αν παρακαλέσει φίλους ὄντας καὶ εὔνους
τοῦ δήμου ἀποδέξασθαι τὴν τοῦ πλή-
θους προαίρεσιν καὶ ἀναγρ[άψα]ντας εἰς στή-
λὴν λευκοῦ λίθου τὸ ψήφισμα τόδε {καὶ} θεῖναι
35 εἰς τὸν ἐπιφανέστατον παρ’ αὐτοῖς ὑπάρχον-
τα τόπον· τοῦτο γὰρ πράξαντας τά τε δεδο-
μένα Διονυσοδώρωι φιλάνθρωπα συναυ-
ξήσειν καὶ χαριεῖσθαι τῶι δήμωι· πρεσβευτὴς
εἱρέθη Θέμιστος Φανοδίκου.
Search Help
Contact Us