[ ] Tr.: südl. Troas — Assos (Behramkale) — 2.Jh.v.Chr. — IK 4,11
1 [— — ἐπῃνῆσθαι δὲ καὶ τὸν δεῖνα καὶ συγκεχωρῆσθαι αὐτῶι πολ]ι̣τεία̣[ν]
[ἐφ’ ἵσῃ καὶ ὁμοίῃ· ἵνα δὲ πᾶσιν εὔδηλος ᾖ ἡ τοῦ δήμου σπ]ουδή, ἣν π̣[ο]-
[εῖται περὶ τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν, καὶ ἡ Ἀσ]σ̣ίων πρό̣νοια
[ἣν ποιοῦνται ἐξαποστέλλοντες πρὸς τοὺς αἰτ]οῦν̣τας τὰ δικας-
5 [τήρια τοὺς ἐπιφανεστάτους τῶν ἀνδρῶν, ἀν]αγραφ̣ήτω τόδε
[τὸ ψήφισμα εἰς στήλην λευκοῦ λίθου καὶ ἀνατεθήτ]ω ἐν τῶι τοῦ Διὸς
[τοῦ Ὑπάτου ἱερῶι· ἑλέσθαι δὲ καὶ πρεσβευτήν, ὁ δὲ α]ἱρεθεὶς ἀφικόμε-
[νος πρὸς Ἀσσίους τό τε ψήφισμα ἀποδότω καὶ παρα]καλείτω αὐτοὺς
[προσδέξασθαί τε μετ’ εὐνοίας τὰ ἐψηφισμένα ὑφ’ ἡμῶ]ν̣ [τί]μ̣ια καὶ ποιή̣-
10 [σασθαι αὐτῶν ἀναγόρευσιν ἐν ὧι ἂν προα]ι̣ρῶνται χρόνωι·
[διαφυλάσσειν δὲ καὶ εἰς τὸ λοιπὸν τὴν πρὸς ἡμᾶ]ς φιλίαγ καὶ εὔ̣-
[νοίαν· προνοῆσαι δὲ καὶ ὅπως ἀναγραφῇ τόδε τὸ] ψήφισμα εἰ̣ς̣
[στήλην λευκοῦ λίθου καὶ ἀνατεθῇ ἐν τῶι ἐπιφαν]εσ̣τάτω̣ι̣ π̣α-
[ρ’ αὐτοῖς τόπωι· εἱρέθη πρεσβευτὴς Ἀθηναγόρας Ἀπολλ]ωνίου.
Search Help
Contact Us