[ ] Tr.: südl. Troas — Assos (Behramkale) — ca. 100 v.Chr. — IK 4,7
1                                     ]μια[
1a                           — — — — — — — — — — — — — — —
2               ὅπως οὖν ὁ] δῆμος φαίνηται τὰς κα[ταξίας]
[ἀποδιδοὺς χάριτας] τοῖς καλοῖς καὶ ἀγαθοῖς τῶν ἀνδρῶν,
[καὶ μετὰ ταῦτα] παραγίνωνται ἄνδρες ἄξιοι τοῦ δήμου εἰδ[ό]-
5 [τες τὴν ὑ]πάρχουσαν εὐχαριστίαν, δεδόχθαι τῆι βουλῆι̣
[καὶ τῶι] δήμωι· ἐπῃνῆσθαι τὸν δῆμον τὸν Ἀσσίων ἐπὶ τ[ῆι]
[αἱρέσ]ει [ἧι] ἔχει πρὸς ἡμᾶς, καὶ στεφανοῦσθαι αὐτὸν ἐν τοῖς
[πρώ]τοις Διονυσίοις αὐλητῶν τῆι πρώτηι ἡμέραι χρυσῶι στε-
[φ]άνωι ἐπὶ τῷ ἀποστεῖλαι δικαστὰς καλοὺς κἀγαθοὺς κα[ὶ]
10 [γ]ραμματέα· ἐπῃνῆσθαι δὲ καὶ τοὺς δικαστὰς τοὺς πα-
ραγενομένους Ἐχέλαον Ἀθηναγόρου, Λάτιμον Κλεομόρ-
[τ]ου, καὶ στεφανῶσαι ἑκάτερον αὐτῶν χρυσῶι στεφάνωι̣ ἐπ[ὶ]
[τῶ]ι τὰς μὲν διαδικάσαι τῶν δικῶν ἴσω̣ς̣ καὶ δικαίως, τὰς
[δὲ διαλ]ῦσαι ἀπὸ παντὸς τοῦ βελτίστου· ὑπάρχειν δὲ αὐτο[ῖς]
15 [ἔφοδον ἐπὶ τὴ]μ βουλὴν καὶ τὸν δῆιμον πρώτοις μετὰ τὰ ἱε-
ρά· ὑπάρχειν δ’ [αὐτ]ο[ὺς] καὶ προξένους τῆς πόλεως ἡμών· στε-
φανωῖσαι δὲ [κ]αὶ τὸγ γρμμα]τέα Μέλαγχρον Μελάνγχρου θαλε-
ρῶι στεφάνωι ἐπὶ τῶι παρασχ[έ]σθαι τὴν καθ’ αὑτὸν χρείαν μετὰ
πάσης φιλοτιμίας· τῆς τε ἀναγγ[ε]λίας τῶν στεφάνων τὴν ἐπ[ι]-
20 [μέλειαν] ποήσασθαι τοὺς ἀγωνοθέτας τοῦ μουσικοῦ· ἵνα δὲ κα[ὶ]
Ἄσσιοι εἰδήσωσιν τήν τε τῶν ἀνδρ[ῶν] καλοκἀγαθίαν καὶ τὴν
τοῦ δήμου εὐχαριστίαν, αἱρεθῆναι πρεσβευτὰς οἵτινες ἀφικό-
μενοι πρὸς αὐτοὺς ἐπελθ[όντ]ες ἐπὶ τὴν [β]ουλὴγ καὶ τὸν δῆ-
μον τό τε ψήφισμα ἀποδώσουσιν αὐτοῖς κα[ὶ ἐ]μ̣φανιοῦσι τὴ[ν]
25 τε τῶν ἀνδρῶν καλοκἀγαθίαν καὶ τὴν εὔνοιαν [ἣ]ν ἔχομεν
πρὸς τὸν δῆμον αὐτῶν, καὶ παρακαλέσουσιν Ἀσσίους καὶ πα-
ρ’ αὐτοῖς ποήσασθαι τὴν ἀναγγελίαν τῶν σ[τ]εφά-
νων ὑπὸ τοῦ κατασταθησομένου ἀγωνοθέτου [τ]οῦ
μουσικοῦ ἀγῶνος· προνοῆσαι δὲ ἵνα καὶ τὸ ψήφισμα ἀνα[γρα]-
30 φῆι εἰστήλην λιθίνην καὶ ἀνατεθῇ παρ’ αὐτοῖς ἐν τῶι ἐ-
πιφανεστάτωι τόπωι· πρεσβευταὶ ᾑρέθησαν Κλεομή-
δης Ἡγησαγόρου, Ἀναξαγόρας Διονυσίου.
Search Help
Contact Us