[ ]
Tr.: südl. Troas — Assos (Behramkale) — ca. 100 v.Chr. — IK 4,7
1 | ]μια[ |
1a | — — — — — — — — — — — — — — — |
2 | ὅπως οὖν ὁ] δῆμος φαίνηται τὰς κα[ταξίας] |
[ἀποδιδοὺς χάριτας] τοῖς καλοῖς καὶ ἀγαθοῖς τῶν ἀνδρῶν, | |
[καὶ μετὰ ταῦτα] παραγίνωνται ἄνδρες ἄξιοι τοῦ δήμου εἰδ[ό]- | |
5 | [τες τὴν ὑ]πάρχουσαν εὐχαριστίαν, δεδόχθαι τῆι βουλῆι̣ |
[καὶ τῶι] δήμωι· ἐπῃνῆσθαι τὸν δῆμον τὸν Ἀσσίων ἐπὶ τ[ῆι] | |
[αἱρέσ]ει [ἧι] ἔχει πρὸς ἡμᾶς, καὶ στεφανοῦσθαι αὐτὸν ἐν τοῖς | |
[πρώ]τοις Διονυσίοις αὐλητῶν τῆι πρώτηι ἡμέραι χρυσῶι στε- | |
[φ]άνωι ἐπὶ τῷ ἀποστεῖλαι δικαστὰς καλοὺς κἀγαθοὺς κα[ὶ] | |
10 | [γ]ραμματέα· ἐπῃνῆσθαι δὲ καὶ τοὺς δικαστὰς τοὺς πα- |
ραγενομένους Ἐχέλαον Ἀθηναγόρου, Λάτιμον Κλεομόρ- | |
[τ]ου, καὶ στεφανῶσαι ἑκάτερον αὐτῶν χρυσῶι στεφάνωι̣ ἐπ[ὶ] | |
[τῶ]ι τὰς μὲν διαδικάσαι τῶν δικῶν ἴσω̣ς̣ καὶ δικαίως, τὰς | |
[δὲ διαλ]ῦσαι ἀπὸ παντὸς τοῦ βελτίστου· ὑπάρχειν δὲ αὐτο[ῖς] | |
15 | [ἔφοδον ἐπὶ τὴ]μ βουλὴν καὶ τὸν δῆιμον πρώτοις μετὰ τὰ ἱε- |
ρά· ὑπάρχειν δ’ [αὐτ]ο[ὺς] καὶ προξένους τῆς πόλεως ἡμών· στε- | |
φανωῖσαι δὲ [κ]αὶ τὸγ γρ[αμμα]τέα Μέλαγχρον Μελάνγχρου θαλε- | |
ρῶι στεφάνωι ἐπὶ τῶι παρασχ[έ]σθαι τὴν καθ’ αὑτὸν χρείαν μετὰ | |
πάσης φιλοτιμίας· τῆς τε ἀναγγ[ε]λίας τῶν στεφάνων τὴν ἐπ[ι]- | |
20 | [μέλειαν] ποήσασθαι τοὺς ἀγωνοθέτας τοῦ μουσικοῦ· ἵνα δὲ κα[ὶ] |
Ἄσσιοι εἰδήσωσιν τήν τε τῶν ἀνδρ[ῶν] καλοκἀγαθίαν καὶ τὴν | |
τοῦ δήμου εὐχαριστίαν, αἱρεθῆναι πρεσβευτὰς οἵτινες ἀφικό- | |
μενοι πρὸς αὐτοὺς ἐπελθ[όντ]ες ἐπὶ τὴν [β]ουλὴγ καὶ τὸν δῆ- | |
μον τό τε ψήφισμα ἀποδώσουσιν αὐτοῖς κα[ὶ ἐ]μ̣φανιοῦσι τὴ[ν] | |
25 | τε τῶν ἀνδρῶν καλοκἀγαθίαν καὶ τὴν εὔνοιαν [ἣ]ν ἔχομεν |
πρὸς τὸν δῆμον αὐτῶν, καὶ παρακαλέσουσιν Ἀσσίους καὶ πα- | |
ρ’ αὐτοῖς ποήσασθαι τὴν ἀναγγελίαν τῶν σ[τ]εφά- | |
νων ὑπὸ τοῦ κατασταθησομένου ἀγωνοθέτου [τ]οῦ | |
μουσικοῦ ἀγῶνος· προνοῆσαι δὲ ἵνα καὶ τὸ ψήφισμα ἀνα[γρα]- | |
30 | φῆι εἰστήλην λιθίνην καὶ ἀνατεθῇ παρ’ αὐτοῖς ἐν τῶι ἐ- |
πιφανεστάτωι τόπωι· πρεσβευταὶ ᾑρέθησαν Κλεομή- | |
δης Ἡγησαγόρου, Ἀναξαγόρας Διονυσίου. |