[ ] Tr.: südl. Troas — Assos (Behramkale) — nach 166 v.Chr. — IK 4,8
0                                                    [Ἀμυνα]-
[μενὸν Βρησικλείους, ἄνδρα καλὸν καὶ ἀγαθὸν καὶ ἄξιον τ]ῆς πατρίδος κ[αὶ τῆς]
[ἐγχειρισθείσης αὐτῶι πίστεως, ὃ]ς καὶ παραγενόμενος εἰς [τὴν]
[πόλιν ἡμῶν, βουλόμενος ἀκόλου]θα πράσσειν τῆι τῆς πατρίδος αἱρέ-
[σει, ἃς μὲν ἔκρινεν ἴσως κ]αὶ δικαίως καὶ κατὰ τοὺς νόμους, ἃς δὲ κ[αὶ]
5 [διέλυσεν τῶν δικ]ῶν, ἴσον ἑαυτὸν παρεχόμενος πᾶσιν τοῖς δι[α]-
[φερομένοι]ς, καὶ ἐν τοῖς ἄλλοις δὲ τοῖς κατὰ τὴν δικαστείαν ἅπα[ν]-
[τα ἐποί]ησεν ἀξίως τῶν τε ἀποστειλάντων πολιτῶν καὶ τοῦ ἡμ[ε]-
[τέρου] δήμου, κατὰ πάντα συντηρῶν τὸ τῆς πατρίδος ἀξίωμα, ἀπ[ο]-
[λυθεί]ς τε ἀπὸ τῆς δικαστείας ἐπεδήμησεν μετὰ πάσης ε[ὐκοσ]-
10 [μ]ίας καὶ ὡς πρέπον ἦν ἀνδρὶ καλῷ καὶ ἀγαθῷι· ὅπως οὖν
[καὶ ὁ δῆ]μος μεμνημένος τῶν ἀγαθῶν ἀνδρῶν ἐν παντὶ
[καιρῶι φ]αίνηται τὰς καταξίας ἀποδιδοὺς χάριτας· ἀγαθῇ [ ]
[τ]ύχῃ· ἐπαινέσαι μὲν τὸν δῆμον τῶν Ἀσσίων καὶ στεφα-
[ν]ῶσαι αὐτὸν χρυσέωι στεφάνωι ἐπὶ τῶι ἀποστεῖλ[α]ι ἄν-
15 δρα καλὸν κἀγαθὸν καὶ ἄξιον ἀμφοτέρων τῶ<ν> πόλεων· ἐπα[ι]-
νέσαι δὲ καὶ τὸν δικαστὴν Ἀμυναμενὸν Βρησικλείους,
καὶ δεδόσθαι πολιτείαν αὐτῶι καὶ ἐγγ[όνοι]ς αὐτοῦ ἐφ’ ἴσῃ
[K]AI\ O(MOI/A| TOI=S H(METE/ROIS POLI/TAIS: KAI\ E)PIKLHRW=SAI AU)TO\N
[ἐ]πὶ φυλὴν καὶ δῆμον, στεφανῶσαι δὲ αὐτὸν καὶ χρυσῶι στε-
20 φάνωι· τὴν δὲ ἀναγγελίαν τῶν στεφάνων ποιησάσθωσαν
οἱ ἀγωνοθέται ἐν τῶι ἀγῶνι τῶι μουσικῶι τῶι συντελουμέ-
νωι τῆι Ῥώμῃ κατὰ τάδε· "ὁ δῆμος ὁ Στρατονικέων στεφανο[ῖ]
τὸν δῆμον τὸν Ἀσσίων καὶ τὸν ἀποσταλέντα δικαστὴν
Ἀμυναμενὸν Βρησικλείους χρυσῶι στεφάνωι ἀρετῆς [ἕνε]-
25 κεν καὶ δικαιοσύνης καὶ τῆς πρὸς τὸν δῆμον εὐνοίας·" ἵνα
δὲ καὶ Ἄσσιοι εἰδήσωσιν τὴν τοῦ δήμου εὐχαριστίαν, ἑλ[έσ]-
[θ]αι πρεσβευτήν· ὁ δὲ αἱρεθεὶς ἀφικόμενος εἰς Ἄσσον καὶ ἐπ[ελ]-
θὼν ἐπὶ τὴν βουλὴν καὶ τὴν ἐκλησίαν ἐμφανισάτω τὰ ἐ[ψη]-
φισμένα αὐτοῖς τίμια ὑπὸ τοῦ δήμου καὶ τὴν γεγενημένη[ν]
30 ὑπὸ τοῦ δικαστοῦ δικαιοσύνην, καὶ παρακαλείτω αὐτοὺς εὔ-
νους καὶ φίλους ὑπάρχοντας τοῦ δήμου ἐπὶ πλεῖον αὔξειν τ[ὴν]
φιλίαν, εἰδότας ὅτι καὶ Στρατονικεῖς τὴν πρὸς Ἀσσίους εὔνοια[ν]
διαφυλάξουσιν· παρακαλε<ί>τω δὲ ὅπως καὶ παρ’ αὐτοῖς ἀναγγέ[λ]-
λωνται αἱ τιμαὶ καθ’ ἕκαστον ἔτος ἐν τοῖς συντελουμένοι[ς]
35 ἀγῶσιν, καὶ τόπος ἀποδειχθῇ ἐπιφανὴς ἐν ὧι ἀνατεθήσετ[αι]
[σ]τήλη λιθίνη ἔχουσα ἀναγεγραμμένον τόδε τὸ ψήφισμα·
τὸ δὲ τέλεσμα τὸ εἰς στήλην διαγραψάτωσαν οἱ τα-
μίαι τῷ ἀποστελλομένωι πρεσβευτῇ ἀπὸ τῶν κοινῶν πρ[οσ]-
όδων, μὴ πλεῖον τέλεσμα δραχμῶν τριάκοντα· ᾑρέθη
40 Πυθίων Ἐνπεδίωνος.
Search Help
Contact Us