[ ] Tr.: südwestl. Troas — Chryse (Gülpınar) [Ab: Alexandria Troas?] — 4.Jh.v.Chr.? — AM 9,1884,73
1 ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι·
ἐπειδὴ Σφοδρίας Παιωνίου Κιανὸς
ἀγαθὸς ἀνὴρ ὢν διατελεῖ περὶ τὴν
πόλιν, πρόξενον εἶναι αὐτὸγ καὶ
5 ἐκγόνους· εἶναι δὲ {Ι} αὐτοῖς ἀτέλεια[ν]
ὧν ἂν εἰσάγωσι ἢ ἐξάγωσι ἐπὶ
κτήσει καὶ κατὰ γῆγ καὶ κατὰ
θάλασσαγ καὶ δίκας προδίκους
λαμβάνειγ καὶ ἔφοδον εἶναι ἐπὶ τὴν
10 βουλὴγ καὶ τὸν δῆμον μετὰ τὰ
[ἱ]ερὰ πρώτοις καὶ εἰσάφιξ[ι]γ
[κ]αὶ ἐμ πολέμω[ι καὶ ἐν εἰρήνηι κτλ.
Search Help
Contact Us