IG II² 660
[ ] Att. — stoich. 28 — post med. s. IV a.
[— — — — — — — — — — — — — — — δ]-
1 [εδό]χθ[αι τῶι δήμωι ἐπαινέσαι τὸν δ]-
ῆμον τῶ[ν Τηνίων καὶ στεφανῶσαι χρ]-
υσῶι στεφ[άνωι ἀπὸ χιλίων δραχμῶν]
ἀρετῆς ἕν[εκα καὶ εὐνοίας τῆς εἰς τ]-
5 ὸν δῆμον τ[ὸν Ἀθηναίων. εἶναι δὲ καὶ]
ἰσοτέλε[ιαν Τηνίων τοῖς οἰκοῦσιν]
Ἀθήνησ[ιν, καὶ οἰκιῶν ἔγκτησιν στρ]-
ατε[υομένοις καὶ τελοῦσιν τὰς εἰσ]-
[φορὰς μετ’ Ἀθηναίων. ἐπαινέσαι δὲ κ]-
10 [αὶ τοὺς πρέσβεις τῶν Τηνίων καὶ στ]-
[εφανῶσ]αι θαλλοῦ στε[φάνωι ἑκάτερ]-
ο[ν, ὅτι] εἰσὶν ἄνδρες ἀγ[αθοὶ περὶ τὸ]-
ν δῆμον τὸν Ἀθηναίων. ε[ἶναι δὲ Τηνί]-
οις πρόσοδον πρὸς τὴν β[ουλὴν καὶ τ]-
15 ὸν δῆμον μετὰ τὰ ἱερά, ἐά[ν του δέωντ]-
αι, καὶ ἐπιμελεῖσθαι αὐ[τῶν τὴν βου]-
λὴν τὴν ἀεὶ βουλεύουσα[ν καὶ τοὺς σ]-
τρατηγούς, ὅπως ἂν μηδ’ ὑ[φ’ ἑνὸς ἀδικ]-
ῶνται. ἀναγράψαι δὲ τόδ[ε τὸ ψήφισμ]-
20 α τὸγ γραμματέα τῆς βουλ[ῆς ἐν στήλ]-
ηι λιθίνηι καὶ στῆσαι ἐ[ν ἀκροπόλε]-
ι, εἰς δὲ τὴν ἀναγραφὴν τ[ῆς στήλης δ]-
οῦναι τὸν ταμίαν τοῦ δή[μου ΔΔ δραχ]-
μάς.
24a 285/4, stoich 51
25 [ἐ]πὶ Οὐρίου ἄρχοντος ἐπὶ τῆς Δημητριά[δος ἑνδεκάτης πρυτανεί]-
[α]ς, ἧι Εὔξενος Καλλίου Αἰξωνεὺς ἐγ[ραμμάτευε· Θαργηλιῶνος ἕνει]
[κ]αὶ νέαι, ἐνάτει καὶ εἰκοστεῖ τῆς πρ[υτανείας· ἐκκλησία· τῶν προέδ]-
[ρ]ων ἐπεψήφιζεν Θεότιμος Θεοκλέο[υς ․․․7․․․ καὶ συμπρόεδροι]·
[ἔ]δοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι [․․․․․․․․․․23․․․․․․․․․․․ εἶ]-
30 [π]εν· περὶ ὧν, ὥσπερ ὁ πρεσβευτὴς τ[ῶν Τηνίων αἰτεῖ, προβεβούλευτ]-
[α]ι τεῖ βουλεῖ, τοὺς προέδρους, ο[ἳ ἂν λάχωσι προεδρεύειν εἰς τὴν π]-
[ρ]ώτην ἐκκλησίαν, προσαγαγε[ῖν τὸν πρεσβευτὴν τῶν Τηνίων πρὸς]
[τ]ὸν δῆμον καὶ χρηματίσαι περ[ὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι]
[τ]ῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δ[οκεῖ τεῖ βουλεῖ ἐπαινέσαι μὲν τὸν]
35 [δ]ῆμον τὸν Τηνίων καὶ στεφανῶ[σαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ τ]-
[ὸ]ν νόμον ἀρετῆς ἕνεκα καὶ εὐν[οίας ἧς ἔχων διατελεῖ πρὸς τὸν δῆ]-
[μ]ον τὸν Ἀθηναίων, εἶναι δ’ αὐτο[ῖς κυρίαν τὴν δεδομένην ἰσοτέλε]-
[ι]αν ὑπὸ τοῦ δήμου κατὰ τὸ ψήφι[σμα, ὃ ․․․․․․․․․․23․․․․․․․․․․․]
εἶπεν, στρατευομένοις καὶ τε[λοῦσι τὰς εἰσφορὰς μετ’ Ἀθηναίων]·
40 ἐπαινέσαι δὲ καὶ τὸν πρεσβευτ[ὴν τῶν Τηνίων ․․․․․․15․․․․․․․]
καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ [στεφάνωι φιλοτιμίας ἕνεκα τῆς πε]-
[ρ]ὶ τὸν δῆμον τὸν Ἀθηναίων, καλέ[σαι δὲ αὐτὸν καὶ ἐπὶ ξένια εἰς τὸ]
πρυτανεῖον εἰς αὔριον. ἀναγρά[ψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμμα]-
τέα τοῦ δήμου εἰς <τὴν> στήλ〚λ〛ην {²⁶στήλην}²⁶ ἐν ἧι [καὶ τὰ πρότερον ἐψηφισμένα ὑπὸ]
45 [τ]οῦ δήμου ἀναγέγραπται, καθότι [αὐτοὶ λέγουσιν, εἰς δὲ τὴν ἀναγ]-
[ρ]αφὴν μερίσαι τοὺς ἐπὶ διοι[κήσει τὸ γενόμενον ἀνάλωμα].
Search Help
Contact Us