[ ] Tr.: südwestl. Troas — Kemalli — CIG 3765; IK 9,277
1 τὸν θρασὺν ἐν σταδίοις ἐσο-
[ρᾷ]ς με νέκυν, παροδεῖτα, Ταρ̣-
[σέ]α ῥητιάριν, δεύτερον πάλον,
[Μ]ελάνιππον· οὐκέτι χαλκε[λ]-
5 άτου φωνὴν σάλπιγγος ἀκο[ύω]
[οὐ]δ’ ἀνίσων αὐλῶν κέλαδον ἀ-
[εθ]λῶν ἀνεγείρω· φασὶν δ’ Ἡρα[κ]-
[λ]έα δυοκαίδεκα ἆθλα τελέσσ[αι]·
[τα]ὐτὰ δ’ ἐγὼ τελέσας τρισκαιδέκατ[ον]
10              τέλος ἔσχον. |
Θάλλος καὶ Ζόη Μελανίππ[ῳ]
μνείας χάριν ἐκ τῶν ἰδίων
         ἐποίησαν.
Search Help
Contact Us