[ ] Tr.: südwestl. Troas — ? [Ab: Alexandreia Troas] — 1./2.Jh.n.Chr. — CIG 3588 [Peek, GV I Nr.1098]
1 [ἔστ]ιν τούνομά μοι Ἀφροδείσιος, ὦ παροδεῖτα· |
[ε]ἰμὶ δ’ Ἀλεξανδρεύς, τῶν δὲ <σ>ορ[ῶν] ὁ μέσος· |
[θν]ήσκω δ’ οἰκτροτάτῳ θα-
νάτῳ διὰ τὴν ἄλοχόν μου |
5 [κλεψίγαμον μιεράν,
ἣν περὶ Ζεὺς ὀλέσει· |
ταύτην γὰρ λάθριος γαμέτης
καἰμὸν γένος ἀ<ισ>χῶν |
ἷλξ[έ] με κἀφ’ ὕψους δισκοβόλησε νέον· |
10 δισδέκατον γὰρ ἔτος κατέχον-
τά με, κάλλος ἔχοντα |
       κλώσασαι μοῖραι πέμ-
       ψαν ἄγαλμ’ Ἀίδῃ. |
           χαῖρε.
Search Help
Contact Us