[ ] Tr.: südwestl. Troas — Alexandria Troas — römisch (nach 212 n.Chr.?) — CIG 3588b; LBW 1035
1 Αὐρ. Τατιανὸς ὅ ποτε Καλλίστου ἔθηκα τὴν σορὸν
ἑαυτῷ καὶ τῇ συμβίῳ μου Αυρ. Ἐπικτήσει καὶ τοῖς τέκνοις μου
Αὐρ. Μοσχίωνι καὶ Αὐρ. Ζωσίμῃ καὶ Ῥαγωνίῳ Τατιανῷ· ἐὰν δέ
      τις ἕτερον νεκρὸν βάλῃ, δώσει τῇ πόλει (δην.) ͵αφʹ·
5   ἔτι δὲ ζῶν ἐβουλήθην καὶ τοῖς ἐπιλοίποις μου τέκνοις.
Search Help
Contact Us