[ ] Tr.: südwestl. Troas — Alexandria Troas, — 3.Jh.n.Chr.? — CIG 3582(2); LBW 1036
1  ]λίου Ἀγαθόποδος Ὀθονιακοῦ, ὑὸς δὲ Αὐρηλίου
Παυλείνου, τοῦ καὶ γενομένου παγκρατιαστοῦ, οὗ
καὶ ἐν τῷ Σμινθείῳ ἕστηκεν ἀνδρειὰς καὶ ἐνθάδε ἐν τῷ
Ἀσκληπείῳ, ἔθηκα τὴν σορὸν ἐμαυτῷ καὶ τῷ γλυκυτάτῳ μου
5 πατρὶ τῷ προγεγραμμένῳ Αὐρηλίῳ Παυλείνῳ καὶ τοῖς ἐκ τοῦ
γένους μου· εἰ δέ τις τολμήσῃ ἀνοῖξαι ταύτην τὴν σορὸν καὶ νε-
κρὸν ἀλλότριον ἢ ὀστέα τινὸς ἐνκαταθέσθαι, δώσει προστεί-
μου τῇ Τρωαδέων πόλει (δην.) ͵βφʹ καὶ τῷ ἱερωτάτῳ ταμείῳ (δην.) ͵βφʹ.
Search Help
Contact Us