[ ]
Tr.: südwestl. Troas — Alexandria Troas, — 3.Jh.n.Chr.? — CIG 3582(2); LBW 1036
See also:
1 | ]λίου Ἀγαθόποδος Ὀθονιακοῦ, ὑὸς δὲ Αὐρηλίου |
Παυλείνου, τοῦ καὶ γενομένου παγκρατιαστοῦ, οὗ | |
καὶ ἐν τῷ Σμινθείῳ ἕστηκεν ἀνδρειὰς καὶ ἐνθάδε ἐν τῷ | |
Ἀσκληπείῳ, ἔθηκα τὴν σορὸν ἐμαυτῷ καὶ τῷ γλυκυτάτῳ μου | |
5 | πατρὶ τῷ προγεγραμμένῳ Αὐρηλίῳ Παυλείνῳ καὶ τοῖς ἐκ τοῦ |
γένους μου· εἰ δέ τις τολμήσῃ ἀνοῖξαι ταύτην τὴν σορὸν καὶ νε- | |
κρὸν ἀλλότριον ἢ ὀστέα τινὸς ἐνκαταθέσθαι, δώσει προστεί- | |
μου τῇ Τρωαδέων πόλει (δην.) ͵βφʹ καὶ τῷ ἱερωτάτῳ ταμείῳ (δην.) ͵βφʹ. |