[ ]
Lesbos — Mitilini [A: Alexandria Troas / Mytilene [Lb]] — IG XII 2,243
1 | ἀ βόλλα καὶ ὀ δᾶμος |
Αὖλον Κλώδιον Περεν- | |
νίανον, στροταγήσαν- | |
τα ἄγνως καὶ εὐσταθέως | |
5 | ἐν καίροις ἐπιμεληΐας |
δευομένοις, τὸν εἴρεα | |
καὶ ἀρχείρεα καὶ λόγιον | |
πρύτανιν, ἀγωνοθέταν | |
ἔνι ἐνιαύτω, πεπληρώκον- | |
10 | τα δὲ καὶ τὰν ἐν τᾶ πρώτα |
πάτριδι καὶ νεωκόρω Περ- | |
γαμήνων τῶν συνγενέων | |
πόλει τὰν ἐπώνυμον | |
ἀπὺ βασιλέων πρυτανηΐα[ν], | |
15 | ἂν ἐκ γένεος διαδεξάμε- |
νος τοῖς τᾶς ἀξίας βάσ- | |
μοις ἀνελόγησε. |