[ ] Lesbos — Mitilini [A: Alexandria Troas / Mytilene [Lb]] — IG XII 2,243
1 ἀ βόλλα καὶ ὀ δᾶμος
Αὖλον Κλώδιον Περεν-
νίανον, στροταγήσαν-
τα ἄγνως καὶ εὐσταθέως
5 ἐν καίροις ἐπιμεληΐας
δευομένοις, τὸν εἴρεα
καὶ ἀρχείρεα καὶ λόγιον
πρύτανιν, ἀγωνοθέταν
ἔνι ἐνιαύτω, πεπληρώκον-
1 τα δὲ καὶ τὰν ἐν τᾶ πρώτα
πάτριδι καὶ νεωκόρω Περ-
γαμήνων τῶν συνγενέων
πόλει τὰν ἐπώνυμον
5 ἀπὺ βασιλέων πρυτανηΐα[ν],
15 ἂν ἐκ γένεος διαδεξάμε-
νος τοῖς τᾶς ἀξίας βάσ-
μοις ἀνελόγησε.
Search Help
Contact Us