| 1 | ἐπὶ ἱερείας Ἡγησιπύλης. |
| ἐπ’ Εὐθίου ἄρχοντος, ἐπὶ τῆς | |
| Αἰαντίδος δωδεκάτης πρυ- | |
| τανείας ἧι Ναυσιμένης | |
| 5 | Ναυσικύδου Χολαργεὺς |
| ἐγραμμάτευεν· Σκιροφοριῶ- | |
| νος ἕνηι καὶ νέαι· Καλλίας Λ[υ]- | |
| σιμάχου Ἕρμειος εἶπεν· ὅπ[ω]- | |
| ς ἂν οἱ ἀστυνόμοι οἱ ἀεὶ λανχ[ά]- | |
| 10 | νοντες ἐπιμέλειαν ποιῶντα[ι] |
| τοῦ ἱεροῦ τῆς Ἀφροδίτης τῆς | |
| Πανδήμου κατὰ τὰ πάτρια, τύ- | |
| χηι ἀγαθεῖ, δεδόχθαι τῆι βου- | |
| λῆι τοὺς προέδρους οἳ ἂν λάχω- | |
| 15 | σιν προεδρεύειν εἰς τὴν ἐπιοῦ- |
| σαν ἐκκλησίαν προσαγαγεῖν τὸν | |
| [ο]ἰκεῖον τῆς ἱερείας καὶ χρηματίσαι | |
| περὶ τούτων, γνώμην δὲ ξυνβάλλε- | |
| [σ]θαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅ- | |
| 20 | [τ]ι δοκεῖ τῆι βουλῆι, τοὺς ἀστυνό- |
| μους τοὺς ἀεὶ λαχόντας, ὅταν ἦι | |
| ἡ πομπὴ τῆι Ἀφροδίτηι τεῖ Πανδή- | |
| μωι παρασκευάζειν εἰς κάθαρσι[ν] | |
| τοῦ ἱεροῦ περιστερὰν καὶ περιαλε[ῖ]- | |
| 25 | [ψα]ι τοὺς βωμοὺς καὶ πιττῶσαι τὰς [ὀ]- |
| [ροφὰς] καὶ λοῦσαι τὰ ἕδη· παρα[σκευ]- | |
| [άσαι δὲ κα]ὶ πορφύραν ὁλκὴν #⁷#⁷ — — | |
| — — — — — — — — — — — — τὰ ἐπὶ τ — — |
IG II²
659