[ ]
Tr.: Skamander u. Nebentäler — Skepsis (Kurşunlu-Tepe) — 311/310 v.Chr. — JHS 19,1899,332-333 (B) [OGIS 6]
[ — — — — — — — — — — — — — — ἀφέσταλκεν] | |
1 | Ἄκιον· ὃς [ὑπάρχει τῆι πόλει ἡμῶν εἰς τὸ] |
[π]ᾶν εὔνους καὶ [τὴν πρ]ο[θυμίαν ἀεὶ διαφυ]- | |
λάσσων διατελεῖ, καὶ ἀ[ξιοῖ] αὐτῶι ἐμφα- | |
[ν]ί<ζ>ειν ὧν ἂν δέηται ἡ πόλις· ἀφέσταλκ[ε] | |
5 | [δ]ὲ καὶ τὰς ὁμολογίας τὰς πρὸς Κασσαν- |
δρον καὶ Πτολεμαῖον καὶ Λυσίμαχον αὐ- | |
τῶι γεγενημένας καὶ τῶν ὅρκων ἀντίγρα- | |
φα· καὶ περὶ τῆς τῶν Ἑλλήνων εἰρήνης | |
καὶ αὐτονομίας τὰ πεπραγμένα· δεδό- | |
10 | [χ]θαι τῶι δήμωι· ἐπειδὴ Ἀντίγονος τῆι τε |
[π]όλει καὶ τοῖς ἄλλοις Ἕλλησιν μεγάλων | |
ἀγαθῶν αἴτιος γεγένηται· ἐπαινέσαι | |
μὲν Ἀντίγονον καὶ συνησθῆναι αὐτῶι | |
ἐπὶ τοῖς πεπραγμένοις· συνησθῆναι δὲ | |
15 | τὴν πόλιν καὶ τοῖς Ἕλλησιν ὅτι ἐλεύθε- |
[ρ]οι καὶ αὐτόνομοι ὄντες ἐν εἰρήνηι | |
[εἰς] τὸ λοιπὸν διάξουσιν· ὅπως δ’ ἂν Ἀντί- | |
γονος τιμηθῆι καταξίως τῶμ πεπραγμέ- | |
νων· καὶ ὁ δῆμος φαίνηται χάριν ἀποδι- | |
20 | δοὺς ὧν προείληφεν ἀγαθῶν· ἀφορίσαι |
αὐτῶι τέμενος καὶ βωμὸν ποῆσαι καὶ ἄγαλμα | |
στῆσαι ὡς κάλλιστον· τὴν δὲ θυσίαν κα[ὶ] | |
τὸν ἀγῶνα καὶ τὴν στεφανηφορίαν καὶ | |
τὴν λοιπὴν παν[ήγ]υριν γίνεσθαι αὐτῶι | |
25 | καθ’ ἕκαστον ἔτ[ος, κα]θάπερ καὶ πρότερο[ν] |
συνετελεῖτο· [στεφα]νῶσαι δὲ αὐτὸν χρυ- | |
σῶι στεφάνωι [ἀπὸ στατήρ]ων χρυσῶν ἑκα- | |
τόν· στεφανῶσ[αι] δὲ καὶ [Δημ]ήτριον καὶ Φί- | |
λιππον, ἑκάτερον χρυσοῖ[ς πεν]τήκοντα· | |
30 | ἀπαγγεῖλαι δὲ τοὺς στεφάν[ους τῶ]ι ἀγῶ[νι] |
ἐν τῆι πανηγύρει· θῦσαι δὲ καὶ [εὐ]αγγέ- | |
λια τὴν πόλιν ἐπὶ τοῖς ὑπ’ Ἀντιγόν[ου] | |
ἀφεσταλμένοι[ς]· στεφανηφορῆσαι δ[ὲ] | |
καὶ τοὺς πολίτα[ς] πάντας· τὸ δὲ ἀνάλω- | |
35 | μα δοῦναι τὸ εἰ[ς τ]αῦτα τὸν ταμίαν· |
πέμψαι δὲ καὶ αὐ[τ]ῶι ξένια· τὰς δὲ ὁμολο- | |
γίας καὶ τὰς ἐπ[ι]στολὰς τὰς παρ’ Ἀντιγό- | |
νου· καὶ τοὺς ὅ[ρ]κους οὓς ἀπέστειλεν | |
ἀναγράψαι εἰς [σ]τήλην καθάπερ Ἀντίγο- | |
40 | νος ἐφέστειλε[ν, κ]αὶ θεῖναι εἰς τὸ ἱερὸν |
τῆς Ἀθηνᾶς· ἐπ[ιμελη]θῆναι δὲ τὸν γραμ- | |
ματέα· δοῦναι [δὲ] καὶ εἰς ταῦτα τὸ ἀνάλω- | |
μα τὸν ταμίαν· [ὀμόσα]ι δὲ τοὺς πολίτας | |
πάντας τὸν ὅρ[κον τὸν ἀφεσ]ταλμένον κα- | |
45 | θάπερ Ἀντί[γονος ἐφέστειλεν]· τοὺς δὲ |
ἡιρημέ[νους — — — — — — — — — — — — — ] | |
νους — — — — — — — — — — — — — — — — —] | |
υ[— — — |