[ ]
Tr.: Skamander u. Nebentäler — Skepsis (Kurşunlu-Tepe) — 311/310 v.Chr. — JHS 19,1899,330-332 (A) [OGIS 5]
1 | [․․․8․․․․ σπουδὴν] ἐποιού[μ]εθα [περὶ τῆς τῶν] |
[Ἑλλήνων ἐλ]ευθερίας· ἄλλα τε οὐ μικ[ρ]ὰ δι[ὰ] | |
[τοῦτο συγχ]ωροῦντες καὶ χρήματα προσδια- | |
[․․․7․․․, κα]ὶ ὑπὲρ τούτων συναπεστείλαμε[ν] | |
5 | [μετὰ Δημά]ρχου Αἰσχύλον· ἕως δὲ συνωμολογ- |
[εῖτο ἐπὶ τ]ούτοις τὴν ἔντευξιν ἐπὶ τοῦ Ἑλλη[σ]- | |
[πόντου] ἐπ<ο>ιούμεθα· καὶ εἰ μὴ κωλυταὶ τι- | |
[νες ἐγέ]νοντο, τότε ἂν συνετελέσθη ταῦτα· | |
[νῦν δὲ] γενομένων λόγων Κασσάνδρωι καὶ Πτο- | |
10 | [λεμαί]ωι ὑπὲρ <δ>ιαλύσεων· καὶ πρὸς ἡμᾶς πα- |
[ραγε]νομένων· Πρεπελάου καὶ Ἀριστοδήμου | |
[ὑπὲ]ρ τούτων· καίπερ ὁρῶντές τινα· ὧν ἠξί- | |
[ου] Κάσσανδρος ἐργωδέστερα ὄντα· ἐπεὶ τὰ | |
[π]ερὶ τοὺς Ἕλληνας συνωμολογεῖτο· ἀναγ- | |
15 | [κ]αῖον ὤιμεθα εἶναι παριδεῖν· ἵνα τοῦ τὰ ὅ- |
λα συντελεσθῆναι τὴν ταχίστην· ἐπεὶ πρὸ | |
πολλοῦ γ’ ἂν ἐποιησάμεθ’ ἅπαντα διοικῆσα[ι] | |
τοῖς Ἕλλησιν καθὰ προειλόμεθα· διὰ τὸ δὲ | |
μακρότερον τοῦτο γίνεσθαι· ἐν δὲ τῶι χρο- | |
20 | νίζειν ἐνίοτε πολλὰ καὶ παράλογα συμβαί- |
νειν· φιλοτιμεῖσθαι δὲ ἐφ’ ἡμῶν τὰ πρὸς το[ὺς] | |
Ἕλληνας συντελεσθῆναι, ὤιμεθα δεῖν μηδὲ | |
μικρὰ κινδυνεῦσαι τὰ ὅλα μὴ διοικηθῆναι· | |
ὅσην δὲ σπουδὴν πεποήμεθα περὶ ταῦτα, φανε- | |
25 | ρὸν οἶμαι ἔσεσθαι καὶ ὑμῖν καὶ τοῖς ἄλλοις |
ἅπασιν ἐξ αὐτῶν τῶν διοικημένων· ὄντων δ’ [ἡ]- | |
μῖν τῶν πρὸς Κάσσανδρον καὶ Λυσίμαχον συν- | |
τετελεσμένων· πρὸς <ἃ> Πρεπέλαον ἔπεμψαν αὐ- | |
τοκράτορα· ἀπέστειλεν Πτολεμαῖος πρὸς ἡ- | |
30 | μᾶς πρέσβεις, ἀξιῶν καὶ τὰ πρὸς αὑτὸν διαλυ- |
θῆναι καὶ εἰς τὴν αὐτὴν ὁμολογίαν γραφῆναι· | |
[ἡ]με<ῖ>ς δὲ οὐ μικρὸμ μὲν ἑ[ω]ρῶμεν τὸ μεταδιδό- | |
[ναι φιλ]οτιμίας ὑ[π]ὲρ ἧς πράγματα οὐκ ὀλίγα | |
ἐσχ[ήκαμεν κ]α[ὶ] χρήματα πολλὰ ἀνηλώκαμε[ν], | |
35 | καὶ τα[ῦτ]α τῶν πρὸς Κά[σ]σανδρον κ[αὶ Λ]υ̣σ̣ί̣[μα]- |
χον ἡμῖν διωικημένων· καὶ εὐχερεσ[τέρας] | |
οὔσης τῆς λοιπῆ[ς π]ραγματείας· οὐ μὴν ἀλλὰ | |
διὰ τὸ ὑπολαμ[β]άνειν καὶ τῶν πρὸς τοῦτον | |
συντελεσθέ[ν]των· τὰ πρὸς Πολυπέρχοντα | |
40 | θ̣ᾶσσον ἂν διοικηθῆναι, μηθενὸς αὐτῶι συν- |
ορκοῦτος· καὶ διὰ τὴν οἰκειότητα τὴν ὑπάρ- | |
χουσαν ἡμῖν πρὸς αὐτόν· ἅμα δὲ καὶ ὑμᾶς ὁ- | |
ρῶντες κα[ὶ] τοὺς ἄλλους συμμάχους ἐνοχλου- | |
μένους ὑπό τε τῆς στρατείας καὶ τῶν δαπανη- | |
45 | μάτων· ὤιμεθα καλῶς ἔχειν συγχωρῆσαι καὶ |
τὰ[ς δ]ιαλ[ύσ]εις ποήσασθαι καὶ πρὸς τοῦτον· | |
σ[υνο]μολογησόμενον δὲ ἀπεστείλαμεν Ἀρισ- | |
τό[δ]ημον καὶ Αἰσχύλον καὶ Ἡγησίαν· οὗτοι | |
τε δὴ παρεγένοντο λαβόντες τὰ πιστὰ καὶ οἱ | |
50 | παρὰ Πτολεμαίου οἱ περὶ Ἀριστόβουλον ἦλ- |
θον ληψόμενοι παρ’ ἡμῶν· ἴστε οὖν συντετε- | |
λεσμένας τὰς διαλύσεις καὶ τὴν εἰρήνην γε- | |
γενημένην· γεγράφαμεν δὲ ἐν τῆι ὁμολογίαι | |
ὀμόσαι τοὺς Ἕλληνας πάντας συνδιαφυλάσ- | |
55 | σειν ἀλλήλοις τὴν ἐλευθερίαν καὶ τὴν αὐτ[ο]- |
[ν]ομίαν, ὑπολαμβάνοντες ἐφ’ ἡμῶν μὲν ὅσα ἀν- | |
[θ]ρωπίνωι λογισμῶι διαφυλάσσεσθαι ἂν τα[ῦ]- | |
[τ]α· εἰς δὲ τὸν λοιπὸν χρόνον ἐνόρκων γενο- | |
μένων τῶν τε Ἑλλήνων πάντων καὶ τῶν ἐν τοῖς | |
60 | [π]ράγμασιν ὄντων μᾶλλον ἂν καὶ ἀσφαλέστε- |
[ρ]ον διαμενεῖν τοῖς Ἕλλησιν τὴν ἐλευθερίαν· | |
[κ]αὶ τὸ συνδιαφυλάξειν δὲ προσομνύναι ἃ ἡ- | |
[μ]εῖς ὡμολογήκαμεν πρὸς ἀλλήλους· οὐκ ἄδο- | |
ξον οὐδὲ ἀσύμφερον τοῖς Ἕλλησιν ἑωρῶμεν | |
65 | ὄν· καλῶς δή μοι δοκεῖ ἔχειν ὀμόσαι ὑμᾶς |
τὸν ὅρκον ὃν ἀφεστάλκαμεν· πειρασόμεθα δὲ | |
καὶ εἰς τὸ λοιπὸν ὅτι ἂν ἔχωμεν τῶν συμφε- | |
ρόντων καὶ ὑμῖν καὶ τοῖς ἄλλοις Ἕλλησιν πα- | |
ρασκευάζειν· ὑπὲρ δὴ τούτων καὶ γράψαι μοι | |
70 | ἐδόκει καὶ ἀποστεῖλαι Ἄκιον <τὸν> διαλεξόμε- |
νον· φέρει δὲ ὑμῖν καὶ τῆς ὁμολογίας ἧς πε- | |
ποήμεθα καὶ τοῦ ὅρκου ἀντίγραφα· ἔρρωσθε. |