[ ]
Tr.: Skamander u. Nebentäler — Skepsis (Kurşulu-Tepe) — 3.Jh.v.Chr.? — FS Kiepert 236
1 | ἱερὰ Διονύσου· μηνὸς [ ]- |
βατρίου τριακάδι· ἐπρυτάνευον Σκα- | |
μάνδριος Ἡρακλείδου Διονύσιος Βάκο- | |
υ Μιλήσιος Ἀνδρηράτου Ἡρακλείδης Ἀ<π>ε- | |
5 | λλικῶντος, ἐπεστάτει Λεύκιος Μιλησί[ου], |
[ἐ]γραμμάτευε Σιμίας Σιμίου, ἐβασίλευε Μη[τ]- | |
ρόδωρος Μίμαντος, Ἡρακλείδης Ἄβαντος [ἔλε]- | |
ξεν· ἀγαθῆι τύχηι συντετάχθαι περὶ τῶν χορ[ῶν] | |
ὅπως καθ’ ἕκαστον ἔτος ἡ πόλις ποῆι τῶι Διον- | |
10 | [ύ]σωι θέαν, τὸ δὲ ἀργύριον εἶναι τὸ εἰς τὴν θέαν |
τὸ περιγιγνόμενον ἀπὸ τῶν ἱερείων ἑκάστου ἔτο[υ]- | |
ς στατῆρας διακοσίους· κατασκευάσαι δὲ καὶ [τ]- | |
[ὸ] θέατρον καὶ ἀνελεῖν τοὺς ἀρχαίους βασμοὺς | |
καὶ ἀναχῶσαι ὡς κάλλιστα, καὶ ὅσος μὲν ἂν το[ῦ] | |
15 | ὑπάρχοντος λίθου χρήσιμος ἦι εἰς τοὺς βασμο[ὺς] |
καὶ τἄλλα τούτωι χρήσασθαι· τὸ δὲ λοιπὸν ἐπιτ[ε]- | |
[λ]εῖν καθ’ ἕκαστον ἔτος ἀπὸ τοῦ ἀργυρίου τοῦ περι- | |
γινομένου ἀπὸ τῆς θέας· κατασκευάσαι δὲ καὶ τ[ὸ] | |
[προ]σκήνιον ὡς ἂν δοκῆι τοῖς ἀποδειχθεῖσι, οἰκο- | |
20 | [δομ]ῆσαι δὲ καὶ τὸ τειχίον τὸ ἐπάνω τοῦ θεάτρου <κ>αὶ |
[τ]οῦ πύργου ἕως τῶν Σκαμανδρίου οἰκιῶν καιν- | |
ῆσαι τετράπηχυ καὶ γεῖσον εἶναι· τὸ δὲ πέρ[υ]- | |
σι καὶ τὸ τρίτον ἔτος περιγινόμενον ἀργύριον | |
τὸ τῶν ἱερείων ἀναλίσκειν εἴς τε τὴν ἀναχρ[είαν] | |
25 | τοῦ θεάτρου καὶ εἰς ἄλλην ἐπισκευὴν ἄν [τι] |
ἐλλείπηι διδόναι τὸν ταμίαν· μὴ ἐ[ξεῖναι τού?]- | |
ου ἀργύριον εἰς μηθὲν ἄλλο κα[τασκεύασμα ὥσ]- | |
περ συντέτακται τα [ | |
] τετραμμενα [ | |
30 | ]ηκοντα [ |