[ ] Tr.: Skamander u. Nebentäler — Skepsis (Kurşulu-Tepe) — 3.Jh.v.Chr.? — FS Kiepert 236
1 ἱερὰ Διονύσου· μηνὸς [           ]-
βατρίου τριακάδι· ἐπρυτάνευον Σκα-
μάνδριος Ἡρακλείδου Διονύσιος Βάκο-
υ Μιλήσιος Ἀνδρηράτου Ἡρακλείδης Ἀ<π>ε-
5 λλικῶντος, ἐπεστάτει Λεύκιος Μιλησί[ου],
[ἐ]γραμμάτευε Σιμίας Σιμίου, ἐβασίλευε Μη[τ]-
ρόδωρος Μίμαντος, Ἡρακλείδης Ἄβαντος [ἔλε]-
ξεν· ἀγαθῆι τύχηι συντετάχθαι περὶ τῶν χορ[ῶν]
ὅπως καθ’ ἕκαστον ἔτος ἡ πόλις ποῆι τῶι Διον-
10 [ύ]σωι θέαν, τὸ δὲ ἀργύριον εἶναι τὸ εἰς τὴν θέαν
τὸ περιγιγνόμενον ἀπὸ τῶν ἱερείων ἑκάστου ἔτο[υ]-
ς στατῆρας διακοσίους· κατασκευάσαι δὲ καὶ [τ]-
[ὸ] θέατρον καὶ ἀνελεῖν τοὺς ἀρχαίους βασμοὺς
καὶ ἀναχῶσαι ὡς κάλλιστα, καὶ ὅσος μὲν ἂν το[ῦ]
15 ὑπάρχοντος λίθου χρήσιμος ἦι εἰς τοὺς βασμο[ὺς]
καὶ τἄλλα τούτωι χρήσασθαι· τὸ δὲ λοιπὸν ἐπιτ[ε]-
[λ]εῖν καθ’ ἕκαστον ἔτος ἀπὸ τοῦ ἀργυρίου τοῦ περι-
γινομένου ἀπὸ τῆς θέας· κατασκευάσαι δὲ καὶ τ[ὸ]
[προ]σκήνιον ὡς ἂν δοκῆι τοῖς ἀποδειχθεῖσι, οἰκο-
20 [δομ]ῆσαι δὲ καὶ τὸ τειχίον τὸ ἐπάνω τοῦ θεάτρου <κ>αὶ
[τ]οῦ πύργου ἕως τῶν Σκαμανδρίου οἰκιῶν καιν-
ῆσαι τετράπηχυ καὶ γεῖσον εἶναι· τὸ δὲ πέρ[υ]-
σι καὶ τὸ τρίτον ἔτος περιγινόμενον ἀργύριον
τὸ τῶν ἱερείων ἀναλίσκειν εἴς τε τὴν ἀναχρ[είαν]
25 τοῦ θεάτρου καὶ εἰς ἄλλην ἐπισκευὴν ἄν [τι]
ἐλλείπηι διδόναι τὸν ταμίαν· μὴ ἐ[ξεῖναι τού?]-
ου ἀργύριον εἰς μηθὲν ἄλλο κα[τασκεύασμα ὥσ]-
περ συντέτακται τα [
   ] τετραμμενα [
30     ]ηκοντα [
Search Help
Contact Us