[ ]
Tr.: Skamander u. Nebentäler — Halileli — zw. 14 und 19 n.Chr. — IK 3,88
1 | Ἀντωνίαν τὴν |
ἀδελφιδῆν τὴν θεοῦ | |
Σεβαστοῦ, γυναῖκα δὲ γε- | |
νομένην Δρούσου Κλαυ- | |
5 | δίου, τοῦ ἀδελφοῦ τοῦ αὐ- |
τοκράτορος Τιβερίου, Σεβασ- | |
τοῦ υἱο[ῦ], Σεβαστοῦ, μητέρα | |
δὲ Γερμανικοῦ Καίσαρος | |
καὶ Τιβερίου Κλαυ- | |
10 | δίου Γερμανικοῦ |
καὶ Λειβίας θεᾶς Ἀφρο- | |
δείτης Ἀνχεισιάδος, | |
πλείστας καὶ μεγίσ- | |
τας ἀρχὰς τοῦ θειοτά- | |
15 | του γένους παρασχοῦ- |
σαν, Φίλων Ἀπολ- | |
λωνίου τὴν ἑαυτοῦ | |
θεὰν καὶ εὐεργέτιν | |
ἐκ τῶν ἰδίων. |