[ ] Tr.: Skamander u. Nebentäler — Ilion (Hisarlık-Tepe) — ca. 274 v.Chr. — IK 3,33
I.1 Μελέαγρος Ἰλιέων τῆι βουλῆι καὶ τῶι δήμωι χαί-
ρειν· ἀπέδωκεν ἡμῖν Ἀριστοδικίδης ὁ Ἄσσιος ἐπι-
στολὰς παρὰ τοῦ βασιλέως Ἀντιόχου, ὧν τἀντίγρα-
φα ὑμῖν ὑπογεγράφαμεν· ἐνέτυχεν δ’ ἡμῖν καὶ αὐ-
5 τὸς φάμενος, πολλῶν αὐτῶι καὶ ἑτέρων διαλε-
γομένων καὶ στέφανον διδόντων, ὥσπερ καὶ ἡ-
μεῖς παρακολουθοῦμεν διὰ τὸ καὶ πρεσβεῦσαι ἀ-
πὸ τῶν πόλεών τινας πρὸς ἡμᾶς, βούλεσθαι τὴν
χώραν τὴν δεδομένην αὐτῶι ῦπὸ τοῦ βασιλέως Ἀν-
10 τιόχου καὶ διὰ τὸ ἱερὸν καὶ διὰ τὴν πρὸς ὑμᾶς εὔνοι-
αν προσενέγκασθαι πρὸς τὴν ὑμετέραν πόλιν· ἃ
μὲν οὖν ἀξιοῖ γενέσθαι αὑτῶι παρὰ τῆς πόλεως, αὐ-
τὸς ὑμῖν δηλώσει· καλῶς δ’ ἂν ποήσαιτε ψηφισάμε-
νοί τε πάντα τὰ φιλάνθρωπα αὐτῶι καὶ καθ’ ὅτι ἂν
15 συγχωρήσηι τὴν ἀναγραφὴν ποησάμενοι καὶ στη-
λώσαντες καὶ θέντες εἰς τὸ ἱερόν, ἵνα μένηι ὑμῖν
βεβαίως εἰς πάντα τὸγ χρόνον τὰ συγχωρηθέντα·
ἔρρωσθε.
II.18           βασιλεὺς Ἀντίοχος Μελεά-
γρωι χαίρειν· δεδώκαμεν Ἀριστοδικίδει τῶι Ἀσσίωι
20 γῆς ἐργασίμου πλέθρα δισχίλια προσενέγκασθαι
πρὸς τὴν Ἰλιέων πόλιν ἢ Σκηψίων· σὺ οὖν σύνταξον
παραδεῖξαι Ἀριστοδικίδει ἀπὸ τῆς ὁμορούσης τῆι
Γεργιθίαι ἢ τῆι Σκηψίαι, οὗ ἂν δοκιμάζηις, τὰ δισχίλια
πλέθρα τῆς γῆς, καὶ προσορίσαι εἰς τὴν Ἰλιέων ἢ τὴν
25 Σκηψίων· ἔρρωσο.
III.25                           βασιλεὺς Ἀντίοχος Μελε-
άγρωι χαίρειν· ἐνέτυχεν ἡμῖν Ἀριστοδικίδης ὁ
Ἄσσιος, ἀξιῶν δοῦναι αὐτῶι ἡμᾶς ἐν τῆι ἐφ’ Ἑλλησ-
πόντου σατραπείαι τὴν Πέτραν ἣμ πρότερον
εἶχεν Μελέαγρος, καὶ τῆς χώρας τῆς Πετρίδος
30 ἐργασίμου π<λ>έθρα χίλια πεντακόσια, καὶ ἄλλα
γῆς πλέθρα δισχίλια ἐργασίμου ἀπὸ τῆς ὁμο-
ρούσης τῆι πρότερον δοθείσηι αὐτῶι μερίδι·
καὶ ἡμεῖς τήν τε Πέτραν δεδώκαμεν αὐτῶι, εἰ
μὴ δέδοται ἄλλωι πρότερον, καὶ τὴγ χώραν τὴν
35 πρὸς τῆι Πέτραι καὶ ἄλλα γῆς πλέθρα δισχίλια
ἐργασίμου διὰ τὸ φίλον ὄντα ἡμέτερον παρεσ-
χῆσθαι ἡμῖν τὰς καθ’ αὑτὸν χρείας μετὰ πάσης
εὐνοίας καὶ προθυμίας· σὺ οὖν ἐπισκεψάμενος,
εἰ μὴ δέδοται ἄλλωι πρότερον αὕτη ἡ Πέτρα, πα-
40 ράδειξον αὐτὴν καὶ τὴν πρὸς αὐτῆι χώραν Ἀρισ-
τοδικίδηι, καὶ ἀπὸ τῆς βασιλικῆς χώρας τῆς ὁμο-
ρούσης τῆι πρότερον δεδομένηι χώραι Ἀριστοδι-
κίδηι σύνταξον καταμετρῆσαι καὶ παραδεῖξαι
αὐτῶι πλέθρα δισχίλια, καὶ ἐᾶσαι αὐτὸν προσενέγ-
45 κασθαι πρὸς ἣν ἂμ βούληται πόλιν τῶν ἐν τῆι χώραι
τε καὶ συμμαχίαι· οἱ δὲ βασιλικοὶ λαοὶ οἱ ἐκ τοῦ τό-
που ἐν ὧι ἐστιν ἡ Πέτρα ἐὰμ βούλωνται οἰκεῖν ἐν τῆι
Πέτραι ἀσφαλείας ἕνεκε, συντετάχαμεν Ἀριστο-
{το}δικίδηι {²⁶Ἀριστοδικίδηι}²⁶ ἐᾶν αὐτοὺς οἰκεῖν· ἔρρωσο
IV.50 βασιλεὺς Ἀντίοχος Μελεάγρωι χαίρειν· ἐνέτυχεν ἡ-
μῖν Ἀριστοδικίδης, φάμενος Πέτραν τὸ χωρίον καὶ τὴγ
χώραν τὴν συγκύρουσαν, περὶ ἧς πρότερον ἐγράψαμεν
διδόντες αὐτῶι, οὐδ’ ἔτι καὶ νῦν παρειληφέναι διὰ τὸ Ἀθη-
ναίωι τῶι ἐπὶ τοῦ ναυστάθμου ἐπικεχωρῆσθαι, καὶ ἠξί-
55 ωσεν ἀντὶ μὲν τῆς Πετρίτιδος χώρας παραδειχθῆναι
αὐτῶι τὰ ἴσα πλέθρα, συγχωρηθῆναι δὲ καὶ ἄλλα πλέ-
θρα δισχίλια, προσενέγκασθαι πρὸς ἣν ἂμ βούληται
τῶμ πόλεων τῶν ἐν τῆι ἡμετέραι συμμαχίαι, καθά-
περ καὶ πρότερον ἐγράψαμεν· ὁρῶντες οὖν αὐτὸν
60 εὔνουν ὄντα καὶ πρόθυμον εἰς τὰ ἡμέτερα πράγμα-
τα βουλόμεθα πολυωρεῖν τἀνθρώπου, καὶ περὶ
τούτων συγκεχωρήκαμεν· φησὶν δὲ εἶναι τῆς
Πετρίτιδος χώρας τὰ συγχωρηθέντα αὐτῶι
πλέθρα χίλια πεντακόσια· σύνταξον οὖν κατα-
65 μετρῆσαι Ἀριστοδικίδηι καὶ παραδεῖξαι γῆς
ἐργασίμου τά τε δισχίλια καὶ πεντακόσια πλέ-
θρα καὶ ἀντὶ τῶν περὶ τὴν Πέτραν ἄλλα ἐργα-
σίμου χίλια πεντακόσια ἀπὸ τῆς βασιλικῆς χώ-
ρας τῆς συνοριζούσης τῆι ἐν ἀρχῆι δοθείσηι
70 αὐτῶι παρ’ ἡμῶν· ἐᾶσαι δὲ καὶ προσενέγκασθαι
τὴγ χώραν Ἀριστοδικίδην πρὸς ἣν ἂν βούληται
πόλιν τῶν ἐν τῆι ἡμετέραι συμμαχίαι, καθά-
περ καὶ ἐν τῆι πρότερον ἐπιστολῆι ἐγράψαμε[ν]·
      ἔρρωσο.
Search Help
Contact Us