IG II² 657
[ ] Att. — stoich. 40 — 287/6
1 [ἐ]πὶ Εὐθίου ἄρχοντος ἐπὶ τῆς Ἀ[καμαντίδο]ς τρ[ίτης]
[π]ρυτανείας, εἷ Ναυσιμένης Ναυσικύδου Χολαρ[γεὺ]-
[ς] ἐγραμμάτευεν· Βοιηδρομιῶνος ὀγδόει ἐπὶ δέκ[α, ἐ]-
[ν]άτει καὶ δεκάτει τῆς πρυτανείας· ἐκκλησία κυρ[ί]-
5 α· τῶν προέδ[ρ]ων ἐπεψήφιζεν Ἱερομνήμων Τεισιμάχ-
ου ἐκ Κοίλης καὶ συμπρόεδροι· ἔδοξεν τῆι βουλεῖ κ-
αὶ τῶι δήμωι· Νικήρατος Φιλέου Κεφαλῆθεν εἶπεν· ἐ-
πειδὴ Φιλιππίδης διατετέλεκεν ἐν παντὶ καιρῶ[ι]
ἀποδεικνύμενος τὴν πρὸς τὸν δῆμον εὔνοιαν καὶ ἀ-
10 ποδημήσας πρὸς τ̣ὸν βασιλέα Λυσίμαχον πρότερόν
τε διαλεχθεὶς τῶι βασιλεῖ ἐκόμισεν τῶι δήμωι δω-
ρεὰν πυρῶν μεδίμνους Ἀττικοὺς μυρίους τοὺς δια-
δοθέντας πᾶσιν Ἀθηναίοις ἐπ’ Εὐκτήμονος ἄρχοντ-
ος, διελέχθη δὲ καὶ ὑπὲρ κεραίας καὶ ἱστοῦ ὅπως ἂν
15 δοθεῖ τῆι θεῶι εἰς τὰ Παναθήναια τῶι πέπλωι ἃ ἐκο-
μίσθη ἐπ’ Εὐκτήμονος ἄρχοντος· καὶ νικήσαντος Λυ-
σιμάχου τοῦ βασιλέως [τὴ]ν μάχην τὴν Ἰψῶι γενομέν-
ην πρὸς Ἀντίγον[ον κα]ὶ Δημήτριον τοὺς μὲν τελευτ-
ήσαντας ἐν τῶι κ[ινδύνωι] τῶν πολιτ[ῶ]ν ἔθαψεν τοῖς
20 ἑαυτοῦ ἀναλώμα[σιν, ὅσοι δ]ὲ αἰχμάλωτοι ἐγένοντο,
ἐμφανίσας τῶι βα[σιλεῖ καὶ] λαβὼν αὐτοῖς ἄφε[σ]ιν, τ-
οὺς μὲν βουλομέν[ους στρατ]εύεσθαι διώικησεν ὅπ-
ως ἂν καταχωρισθῶσιν [ἐν] ἡγεμονίαις, τοὺς δὲ προα-
ιρουμένους ἀπιέναι ἀμφιέσας καὶ ἐφόδια δοὺς πα-
25 ρ’ ἑαυτοῦ ἀπέστειλεν οὗ ἕκαστοι ἠβ[ο]ύλοντο πλείο-
υς ὄντας ἢ τριακοσίους· παρειτήσατο δὲ καὶ ὅπως ἂ-
ν ἀφεθῶσιν καὶ ὅσοι τῶν πολιτῶν κατελήφθησαν ἐν
τῆι Ἀσίαι εἱργμένοι ὑπὸ Δημητρίου καὶ Ἀντ[ι]γόνο-
υ, καὶ τοῖς ἀεὶ περιτυνχάνουσιν Ἀθηναίων χρήσιμ-
30 ος ὢν διατελεῖ καθότι ἂν ἕκαστος αὐτὸν παρακαλε-
ῖ̣, καὶ κομισαμένου τοῦ δήμου τὴν ἐλευθερίαν διατ-
ετέλεκε λέγων καὶ πράττων τὰ συμφέροντα τεῖ τῆς
πόλεως σωτηρίαι, καὶ παρακαλῶν τὸν βασιλέα βοηθ-
εῖν καὶ χρήμασιν καὶ σίτωι, ὅπως ἂν διαμένει ὁ δῆμ-
35 ος ἐλεύθερος ὢν καὶ τὸν Πειραιᾶ κομίσηται καὶ τὰ
φρούρια τὴν ταχίστην, καὶ ὑπὲρ τούτων π[ά]ντων πολ-
λάκις μεμαρτύρηκεν αὐτῶι ὁ βασιλεὺς πρὸς τοὺς π-
[ρ]εσβεύοντας Ἀθηναίων πρὸς ἑαυτόν· καὶ χειροτον-
[ηθεὶ]ς ἀγωνοθέτης ἐπὶ Ἰσαίου ἄρχοντος ὑπήκουσε-
40 [ν τῶι δ]ήμωι ἐθελοντὴς ἐκκ τῶν ἰδίων, τάς τε πατρίο-
[υς θυσία]ς ἔθυσεν τοῖς θεοῖς ὑπὲρ τοῦ δήμου καὶ τὴ-
[ν ․․․8․․․․]ν ἔδωκεν πᾶσιν Ἀθηναίοις πάντας τοὺς
[ἀγῶνας, καὶ ἐπί]θετον ἀγῶνα κατεσκεύασεν τεῖ Δήμ-
[ητρι καὶ τεῖ Κόρη]ι [πρ]ῶτος ὑπόμνημα τῆς τοῦ δήμου
45 [ἐλευθερίας, ἐπεμελή]θη δὲ καὶ τῶν ἄλλων ἀγώνων κα-
[ὶ θυσιῶν ὑπὲρ τῆς πόλεω]ς, καὶ εἰς ταῦτα πάντα ἐκ τῶ-
[ν ἰδίων ἀναλώσας πολλὰ χρ]ήματα τὰς εὐθύνας δέδω-
κεν κατὰ το[ὺ]ς νόμους κα[ὶ οὐ]θὲν ὑπεναντίον πρὸ[ς δ]-
ημοκρατίαν οὐδεπώποτε [ἐποίησ]ε[ν ο]ὔτ[ε λόγωι οὔτ’]
50 ἔργωι· ὅπως ἂν οὖν φανερὸν εἶ [πᾶσιν, ὅτι ὁ δῆμος ἐπί]-
σταται χάριτας ἀποδιδόναι τ[οῖς εὐεργέταις ἀξί]-
ας ὧν ἂν εὐεργετήσωσιν, ἀγαθεῖ [τύχει δεδόχθαι τε]-
ῖ βουλεῖ, τοὺς προέδρους οἳ ἂν λά[χωσιν προεδρεύε]-
ιν εἰς τὸν δῆμον, ὅταν ἐξέλθωσιν αἱ [ἐκ τοῦ νόμου ἡμ]-
55 έραι τῆς αἰτήσεως χρηματίσαι περὶ τ[ούτων εἰς τὴ]-
ν πρώτην ἐκκλησίαν κατὰ τὸν νόμον, γνώ[μην δὲ ξυμβ]-
άλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τ[ῆι β]-
ουλεῖ, ἐπαινέσαι Φιλιππίδην Φιλοκλέους Κεφαλ[ῆ]-
θεν ἀρετῆς ἕνεκα καὶ εὐνοίας ἧς ἔχων διατελεῖ π[ε]-
60 ρὶ τὸν δῆμον τὸν Ἀθηναίων καὶ στεφανῶσαι αὐτ[ὸ]ν [χ]-
ρυσῶι στεφάνωι κατὰ τὸν νόμον καὶ ἀνειπεῖν τὸν σ-
τέφανον Διονυσίων τῶν μεγάλων τραγωιδῶν τῶι ἀγ-
ῶνι, στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χαλκῆν ἐν τῶι θεά[τ]-
ρωι καὶ εἶναι αὐτῶι σίτησιν ἐν πρυτανείωι καὶ ἐκ-
65 γόνων ἀεὶ τῶι πρεσβυτάτωι καὶ προεδρία[ν] ἐν πᾶσι
[τ]οῖς ἀγῶσι τοῖς ἡ πόλις τίθησιν· τῆς δὲ πο[ι]ήσεως τ-
οῦ στεφάνου καὶ τῆς ἀναγορεύσεως ἐπιμεληθῆναι
τοὺς ἐπὶ τῆι διοικήσει· ἀναγράψαι δὲ τόδε τὸ ψήφι-
σμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στήληι
70 λιθίνει καὶ στῆσαι παρὰ τὸν νεὼ τοῦ Διονύσου, εἰς
δὲ τὴν ἀναγραφὴν τῆς στήλης μερίσαι τοὺς ἐπὶ τῆι
διο[ι]κήσει ΔΔ δραχμὰς [ἐκ] τῶν εἰς τὰ κατὰ ψηφίσματ-
α ἀναλισκομένων τῶι δήμωι.
73a                       in corona:
74                       ὁ δῆ[μος].
Search Help
Contact Us