[ ] Tr.: Skamander u. Nebentäler — Ilion (Hisarlık-Tepe) — ca. 1.Jh.v.Chr. — IK 3,12
1 [Ἰ]λιεῖς καὶ αἱ πόλεις αἱ κοινωνοῦσαι
τῆς θυσίας καὶ τοῦ ἀγῶνος
καὶ τῆς πανηγύρεως ἐτίμησαν
Ἀγαθῆν Μηνοφίλου Ἰλιέα
5 εἰκόνι τῇδε, προσκλήσι πρὸς τὰ ἱερὰ
καὶ εἰς τὰς προεδρίας αὐτὸν
καὶ ἐκγόνους, μετοχῇ τῶν κοινῶν
ἱερῶν καθ’ ἕκαστον ἐνιαυτόν,
ἀγωνοθετήσαντα τῆς κοινῆς
10 τῶν πόλεων πανηγύρεως
ἐπὶ ἔτη τρία εὐσεβῶς καὶ φιλοδόξως
καὶ ἀγορανομήσαντα ὑπὸ τὰ μεγάλα
[Πα]αναθήναια φιλοδόξως καὶ μεγαλομερῶς,
ἐπιτελέσαντα δὲ καὶ ταυροβόλια δὶς
15 ἐκ τῶν ἰδίων ἀπὸ πλειόνων ταύρων
τεσσαράκοντα ἐπισήμως τε
καὶ μεγαλομερῶς καὶ ἀξίως
τῆς πανηγύρεως, ἀρετῆς ἕνεκεν
καὶ εὐσεβείας μὲν τῆς εἰς τὴν θεάν,
20 εὐεργεσίας δὲ τῆς εἰς τὴν πανήγυριν.
Search Help
Contact Us