[ ]
Tr.: Skamander u. Nebentäler — Ilion (Hisarlık-Tepe) — ca. 1.Jh.v.Chr. — IK 3,12
1 | [Ἰ]λιεῖς καὶ αἱ πόλεις αἱ κοινωνοῦσαι |
τῆς θυσίας καὶ τοῦ ἀγῶνος | |
καὶ τῆς πανηγύρεως ἐτίμησαν | |
Ἀγαθῆν Μηνοφίλου Ἰλιέα | |
5 | εἰκόνι τῇδε, προσκλήσι πρὸς τὰ ἱερὰ |
καὶ εἰς τὰς προεδρίας αὐτὸν | |
καὶ ἐκγόνους, μετοχῇ τῶν κοινῶν | |
ἱερῶν καθ’ ἕκαστον ἐνιαυτόν, | |
ἀγωνοθετήσαντα τῆς κοινῆς | |
10 | τῶν πόλεων πανηγύρεως |
ἐπὶ ἔτη τρία εὐσεβῶς καὶ φιλοδόξως | |
καὶ ἀγορανομήσαντα ὑπὸ τὰ μεγάλα | |
[Πα]αναθήναια φιλοδόξως καὶ μεγαλομερῶς, | |
ἐπιτελέσαντα δὲ καὶ ταυροβόλια δὶς | |
15 | ἐκ τῶν ἰδίων ἀπὸ πλειόνων ταύρων |
τεσσαράκοντα ἐπισήμως τε | |
καὶ μεγαλομερῶς καὶ ἀξίως | |
τῆς πανηγύρεως, ἀρετῆς ἕνεκεν | |
καὶ εὐσεβείας μὲν τῆς εἰς τὴν θεάν, | |
20 | εὐεργεσίας δὲ τῆς εἰς τὴν πανήγυριν. |