[ ] Tr.: Skamander u. Nebentäler — Ilion (Hisarlık-Tepe) — nach 188 v.Chr. — IK 3,56
1 Μηνόφιλος Γλαυκίου εἶπεν· ἐπει-
δὴ πλείονες τῶν πολιτῶν ἐπελ-
θόντες ἐπὶ τὴν βουλήν φασιν Χαιρέαν τὸν
τεταγμένον ἐπ’ Ἀβύδου εὔνουν τε
5 εἶναι τῆι πόλει καὶ ἐνίοις πρεσβευομέ-
νοις ὑπὸ τοῦ δήμου πρὸς αὐτόν, βουλό-
μενον τῆι πόλει χαρίζεσθαι τὴν πᾶ-
σαν σπουδὴν καὶ πρόνοιαν ποεῖσθαι
καὶ τοῖς συναντῶσιν αὐτῶι τῶν πο-
10 λιτῶν φιλανθρώπως προσφέρεσθαι·
ἵνα οὖν καὶ ὁ δῆμος φαίνηται τὴν καθή-
κουσαν χάριν ἀποδιδοὺς τοῖς προαιρου-
μένοις τὴν πό[λιν
δεδόχθαι [
Search Help
Contact Us