[ ] Tr.: Skamander u. Nebentäler — Ilion (Hisarlık-Tepe) — 80 v.Chr. — IK 3,73
1 ἐπεὶ τοῦ ἀνθυπάτου Γαίου Κλαυδίου Ποπλίου υἱοῦ Νέρωνος ἐπιτάξαντος
τοῖς Ποιμανηνῶν ἄρχουσιν ἐξαποστεῖλαι πρὸς ἡμᾶς εἰς παραφυλακὴν
τῆς πόλεως στρατιώτας καὶ ἐπ’ αὐτῶν ἡγεμόνα, Ποιμανηνοί,
ὄντες ἡμῶν φίλοι καὶ εὐνόως διακείμενοι πρὸς τὸν δῆμον ἡμῶν
5 ἐξαπέστειλαν τούς τε στρατιώτας καὶ ἐπ’ αὐτῶν ἡγεμόνα Νίκ[αν]-
δρον Μηνοφίλου, ὃς καὶ παραγενόμενος εἰς τὴν πόλιν ἡμῶν [τήν]
τε ἐνδημίαν ποιεῖται καλὴν καὶ εὐσχήμονα καὶ ἀξία[ν τοῦ τε ἡμετέ]-
ρου δήμου καὶ τῆς ἑαυτοῦ πατρίδος, τήν τε τῶν [ὑποτεταγμένων]
ἑαυτῶι νεανίσκων ἐνδημίαν εὔτα̣κ̣τον πα̣ρ̣[έχεται καὶ ἄμεμπ]-
10 τον, καθάπερ ἐπιβάλλει ἀνδρ[ὶ καλῶι καὶ ἀγαθῶι, καὶ τὴν ἐγκε]-
χειρισμένην ἑατῶι πίσ[τιν κάλλιστα καὶ ὁσιώτατα διατηρεῖ]
τὴν ὑπὲρ τῆς φυλακ[ῆς τῆς τε πόλεως καὶ τῆς χώρας, καὶ πλείστην]
εἰσφέρεται σπουδὴ[ν καὶ προθυμίαν ὑπὲρ αὐτῆς                ]
ἐκκλίνων οὐδέν[α κίνδυνον                                   ]
15 [․]μων κατα̣[ — —                                            ]
Search Help