[ ]
Tr.: Skamander u. Nebentäler — Ilion (Hisarlık-Tepe) — 2.Hälfte 3.Jh.v.Chr. — IK 3,40
1 | ἐπειδὴ Διαφένης Πολλέως Τη- |
μνίτης, διατρίβων παρὰ τῶι βασι- | |
λεῖ, φίλος ὢν καὶ εὔνους διατελεῖ | |
τῶι δήμωι, χρείας παρεχόμενος | |
5 | προθύμως εἰς ἃ ἄν τις αὐτὸν πα- |
ρακαλῆι, δεδόχθαι τῆι βουλῆι καὶ | |
τῶι δημῶι, ἐπαινέσαι μὲν αὐτὸν ἐ- | |
πὶ τούτοις, παρακαλεῖν δὲ καὶ εἰς | |
τὸ λοιπὸν εἶναι φιλότιμον εἰς τὰ τοῦ | |
10 | δήμου συμφέροντα, δεδόσθαι δὲ |
αὐτῶι πολιτείαν, προξενίαν, ἔγκτη- | |
σιν, ἀτέλειαν ὧγ καὶ οἱ πολῖται ἀτε- | |
λεῖς εἰσι καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν | |
πρώτωι μετὰ τὰ ἱερὰ καὶ ἄφιξιν καὶ | |
15 | ἐμ πολέμωι καὶ ἐν εἰρήνηι ἀσυλεὶ καὶ |
ἀσπονδεί· ἀναγράψαι δὲ τὰ δεδομέ- | |
να αὐτῶι ταῦτα εἰς στήλην καὶ | |
θεῖναι ε[ἰς — — —] |