[ ] Tr.: Skamander u. Nebentäler — Ilion (Hisarlık-Tepe) — 2.Hälfte 3.Jh.v.Chr. — IK 3,40
1 ἐπειδὴ Διαφένης Πολλέως Τη-
μνίτης, διατρίβων παρὰ τῶι βασι-
λεῖ, φίλος ὢν καὶ εὔνους διατελεῖ
τῶι δήμωι, χρείας παρεχόμενος
5 προθύμως εἰς ἃ ἄν τις αὐτὸν πα-
ρακαλῆι, δεδόχθαι τῆι βουλῆι καὶ
τῶι δημῶι, ἐπαινέσαι μὲν αὐτὸν ἐ-
πὶ τούτοις, παρακαλεῖν δὲ καὶ εἰς
τὸ λοιπὸν εἶναι φιλότιμον εἰς τὰ τοῦ
10 δήμου συμφέροντα, δεδόσθαι δὲ
αὐτῶι πολιτείαν, προξενίαν, ἔγκτη-
σιν, ἀτέλειαν ὧγ καὶ οἱ πολῖται ἀτε-
λεῖς εἰσι καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν
πρώτωι μετὰ τὰ ἱερὰ καὶ ἄφιξιν καὶ
15 ἐμ πολέμωι καὶ ἐν εἰρήνηι ἀσυλεὶ καὶ
ἀσπονδεί· ἀναγράψαι δὲ τὰ δεδομέ-
να αὐτῶι ταῦτα εἰς στήλην καὶ
θεῖναι ε[ἰς — — —]
Search Help