[ ]
Tr.: Skamander u. Nebentäler — Kum Köy [A: Ilion?] — 275-269 v.Chr.? — IK 3,34
1 | ἐπειδὴ ὁ βασιλεὺς Ἀντίοχος ἐ<φ>έσ- |
ταλκεν, ὅτι τραυματίας γενόμενος | |
ἐν τῆι μάχηι εἰς τὸν τράχηλον | |
θεραπευθ<εί>η ὑπὸ Μητροδώρου τοῦ | |
5 | ἰατροῦ ἀκινδύν<ω>ς, ἐφέσταλκεν <δὲ> |
περὶ αὐτοῦ καὶ Μελέαγρος ὁ στρα- | |
τηγὸς προορώμενος τὸ τῆς πό- | |
λεως συμφέρον· δεδόχθαι τῆι βουλῆι | |
καὶ τῶι δήμωι· ἐπαινέσαι μὲν | |
10 | Μητρόδωρον Τιμοκλέους Ἀμφι- |
πολίτην ἀρετῆς ἕνεκεν καὶ | |
εὐνοίας τῆς εἰς τοὺς βασιλέας | |
Ἀντίοχον καὶ Σέλευκον καὶ τὸν | |
δῆμον· εἶναι δὲ αὐτὸν καὶ πρόξε- | |
15 | νον καὶ εὐεργέτην τῆς πόλεως· |
δεδόσθαι δ’ αὐτῶι καὶ πολιτείαν | |
καὶ <ἔγ>κτησιν καὶ ἔφοδον ἐπὶ τὴν | |
βουλὴν καὶ τὸν δῆμον πρώτω<ι> | |
μετὰ τὰ ἱερά· ἐξεῖναι δ’ αὐτῶι καὶ | |
20 | εἰς φυλὴν καὶ φρατρίαν ἣν ἂν βού- |
ληται ε[ἰσελθεῖν — —] |