[ ] Tr.: Skamander u. Nebentäler — Kum Köy [A: Ilion?] — 275-269 v.Chr.? — IK 3,34
1 ἐπειδὴ ὁ βασιλεὺς Ἀντίοχος ἐ<φ>έσ-
ταλκεν, ὅτι τραυματίας γενόμενος
ἐν τῆι μάχηι εἰς τὸν τράχηλον
θεραπευθ<εί>η ὑπὸ Μητροδώρου τοῦ
5 ἰατροῦ ἀκινδύν<ω>ς, ἐφέσταλκεν <δὲ>
περὶ αὐτοῦ καὶ Μελέαγρος ὁ στρα-
τηγὸς προορώμενος τὸ τῆς πό-
λεως συμφέρον· δεδόχθαι τῆι βουλῆι
καὶ τῶι δήμωι· ἐπαινέσαι μὲν
10 Μητρόδωρον Τιμοκλέους Ἀμφι-
πολίτην ἀρετῆς ἕνεκεν καὶ
εὐνοίας τῆς εἰς τοὺς βασιλέας
Ἀντίοχον καὶ Σέλευκον καὶ τὸν
δῆμον· εἶναι δὲ αὐτὸν καὶ πρόξε-
15 νον καὶ εὐεργέτην τῆς πόλεως·
δεδόσθαι δ’ αὐτῶι καὶ πολιτείαν
καὶ <ἔγ>κτησιν καὶ ἔφοδον ἐπὶ τὴν
BOULH\N KAI\ TO\N DH=MON PRW/TW[2I]2
μετὰ τὰ ἱερά· ἐξεῖναι δ’ αὐτῶι καὶ
20 εἰς φυλὴν καὶ φρατρίαν ἣν ἂν βού-
ληται ε[ἰσελθεῖν — —]
Search Help
Contact Us