[ ] Tr.: Skamander u. Nebentäler — Ilion (Hisarlık-Tepe) — ca. 300 v.Chr. — IK 3,24
1 Τεισάνδρωι Αἰσχίνηι Χαρόππηι
Νικασιδίκωι Ἀριστοξένου παισὶ Τε-
νεδίοις προξένοις καὶ εὐεργέταις
αὐτοῖς καὶ ἐγγόνοις Ἰλιεῖς ἔδοσαν
5 ἀτέλειαν πάντων· καὶ ὃς ἂν ὠνῆται
παρὰ τούτων ἢ πωλῆι πρὸς τούτους, ἀ-
τελὴς ἔστω τοῦ τέλους· ἐὰν δέ τις
πράξηται, δεκαπλοῦν ἀποδότω τὸ τέλ-
ος τοῖς προξένοις· εἶναι δὲ καὶ ἀσυλία-
10 ν αὐτοῖς καὶ ἐν πολέμωι καὶ εἰρήνηι
καὶ ἔνκτησιν καὶ γῆς καὶ οἰκιῶν καὶ ἄλ-
λου ὅτου ἂν θέλωσιν ἐπ’ ἀτελείαι, κ-
αὶ Ἰλιεῖας εἶναι καὶ εἰς φυλὴν εἰσιόντα-
ς ἣν ἂν θέλωσιν· καὶ ἂν ὑπό τοῦ ἀδικῶν-
15 ται ξένων, ἐξεῖναι συλᾶν ἐκ τῆς Ἰλι-
άδος, συνλανβάνειν δὲ καὶ τὸ κοινὸ-
ν τὸ Ἰλιέων· παρακαλεῖν δὲ καὶ ἐν τοῖ-
ς Πανα̣θηναιοις εις προεδρίαν ὀνομασ-
τεὶ πατρόθεν καὶ αὐτοὺς καὶ ἐγγόνους·
20 εἶναι δὲ αὐτοῖς καὶ ἐν πρυτανείωι σίτη-
σιν· ἐὰν δέ τις τούτων τι λύηι, κατάρα-
τος ἔστω.
Search Help
Contact Us