[ ]
Tr.: Skamander u. Nebentäler — Ilion (Hisarlık-Tepe) — ca. 300 v.Chr. — IK 3,24
1 | Τεισάνδρωι Αἰσχίνηι Χαρόππηι |
Νικασιδίκωι Ἀριστοξένου παισὶ Τε- | |
νεδίοις προξένοις καὶ εὐεργέταις | |
αὐτοῖς καὶ ἐγγόνοις Ἰλιεῖς ἔδοσαν | |
5 | ἀτέλειαν πάντων· καὶ ὃς ἂν ὠνῆται |
παρὰ τούτων ἢ πωλῆι πρὸς τούτους, ἀ- | |
τελὴς ἔστω τοῦ τέλους· ἐὰν δέ τις | |
πράξηται, δεκαπλοῦν ἀποδότω τὸ τέλ- | |
ος τοῖς προξένοις· εἶναι δὲ καὶ ἀσυλία- | |
10 | ν αὐτοῖς καὶ ἐν πολέμωι καὶ εἰρήνηι |
καὶ ἔνκτησιν καὶ γῆς καὶ οἰκιῶν καὶ ἄλ- | |
λου ὅτου ἂν θέλωσιν ἐπ’ ἀτελείαι, κ- | |
αὶ Ἰλιεῖας εἶναι καὶ εἰς φυλὴν εἰσιόντα- | |
ς ἣν ἂν θέλωσιν· καὶ ἂν ὑπό τοῦ ἀδικῶν- | |
15 | ται ξένων, ἐξεῖναι συλᾶν ἐκ τῆς Ἰλι- |
άδος, συνλανβάνειν δὲ καὶ τὸ κοινὸ- | |
ν τὸ Ἰλιέων· παρακαλεῖν δὲ καὶ ἐν τοῖ- | |
ς Πανα̣θηναιοις εις προεδρίαν ὀνομασ- | |
τεὶ πατρόθεν καὶ αὐτοὺς καὶ ἐγγόνους· | |
20 | εἶναι δὲ αὐτοῖς καὶ ἐν πρυτανείωι σίτη- |
σιν· ἐὰν δέ τις τούτων τι λύηι, κατάρα- | |
τος ἔστω. |