[ ]
Tr.: Skamander u. Nebentäler — Ilion (Hisarlık-Tepe) — 2.Jh.v.Chr. — IK 3,53
[χάριν τοῦ καὶ πολλοὺς ἄλλους ζηλωτὰς γί]- | |
1 | [νεσθαι τῶν παραπ]λησίω[ν ὁρ]ῶντας |
[ὅτι ὁ δῆμος ἡ]μ̣ῶν ποιεῖτ[αι κα]ταλογὴν | |
[τῶν καλῶν] καὶ ἀγαθῶν ἀ[νδρ]ῶν καὶ | |
[εἰς αὑτὸν ἐ]κ̣τενῶς διακ̣[ει]μένων· | |
5 | [δεδόχθαι τῆ]ι βουλῆι καὶ τ[ῶι] δήμωι, |
[ἐπαινέσαι] μ̣ὲν ἐπὶ τοῖς π̣ρογεγραμ- | |
[μένοις ]ν̣ην Ἀττίνου Γαργαρέα· | |
[δεδόσθαι δὲ] αὐτῶι καὶ τοῖς ἐκγόνοις | |
[αὐτοῦ προξεν]ίαν, πολιτείαν, ἄφιξιν καὶ | |
10 | κ[ατὰ γῆν καὶ κ]ατὰ θάλασσαν αὐτοῖς τε |
κα[ὶ ἀκολούθ]οις αὐτῶν καὶ πολέμου | |
κα[ὶ εἰρήνης ἀσ]υλεὶ καὶ ἀσπονδεὶ, κ[α]ὶ ἀτέ- | |
λ̣[ειαν ὧν καὶ Ἰλ]ιεῖς ἀτελεῖς εἰσιν, κ[α]ὶ̣ δ̣ί- | |
κας π̣[ροδίκο]υς λαμβάνειν ἄνευ π̣[ρυ]- | |
15 | [τανείων, καὶ] εἰς φυλὴν εἰσελθεῖν ἣ̣[ν] |
[ἂν βούλωντα]ι̣, καὶ ἔφοδον ἐπὶ τὴν βου- | |
[λὴν καὶ τὰς] ἄλλας ἀρχὰς καὶ τὸν δῆμο[ν] | |
[κατὰ τὸν νό]μον πρώτοις μετὰ τὰ ἱερ[ά], | |
καὶ τὰ [ἄλλα κα]τὰ τὸν προξενικὸν νόμον | |
20 | φιλάν[θρωπα· ἀ]ναγράψαι δὲ καὶ τόδε τὸ ψ[ή]- |
[φισμα εἰς στ]ήλην λευκοῦ λίθου καὶ ἀνα- | |
[θ]εῖν[αι εἰς τὸ ἱ]ερὸν τῆς Ἀθηνᾶς· ἐπαγγει- | |
[λάτω δὲ ὁ βουλόμεν]ος τῶν πολιτῶν τὴν ἐσο- | |
[μένην δαπάν]ην ἀναπόδοτον· ἑλέσθαι δὲ | |
25 | [καὶ τὸν αὐτ]ὸν ἐπὶ τῆς ἀναθέσεως |
[τῆς στήλης· τ]οὺς δὲ ἱερονόμους παρα- | |
[δεῖξαι τόπ]ον ἐν τῶι ἱερῶι πρὸς τὴν ἀ- | |
[νά]θ̣εσιν τῆς στήλης τὸν ἐπιτηδειότα- | |
[τον]· ἵνα δὲ καὶ Γαργαρεῖς ἐπιγνῶσιν τὰ | |
30 | [ἐψη]φισμένα τῶι πολίτηι αὐτῶν φιλάν- |
[θρω]πα, ἑλέσθαι πρεσβευτὰς οἵτινες | |
[ἀπ]οδημήσαντες εἰς Γάργαρα καὶ ἐπελ- | |
[θόν]τες ἐπὶ βουλὴν ἢ ἐκκλησίαν καὶ ἐμ- | |
[φα]ν̣ίσαντες περὶ ἑκάστων παρακαλέ- | |
35 | [σου]σ̣ι Γαργαρεῖς ὄντας ἡμῶν φίλους καὶ |
[εὔν]ο̣υς προσδέξασθαι τὰ ἐψηφισμένα | |
[τῶι] πολίτηι αὐτῶν φιλάνθρωπα· τὸ εἰς | |
[τὴν] ἀνάθεσιν τῆς στήλης ἐπηγγείλα- | |
[το] Φιλόδρομος Ἑρμίππου· ὁ αὐτὸς ᾑρέθη | |
40 | [κα]ὶ ἐπὶ τῆς ἀναθέσεως· πρεσβευταὶ |
[ᾑ]ρέθησαν Σάτυρος Ἀντιφάνου, Διονύ- | |
σ̣ιος Χαιριμένου, Πρωτόμαχος Σα- | |
[τύρ]ο̣υ, Ἐπικράτης Μενεμάχου, Κυδρο- | |
[γέν]ης Δαιφάνου. |