[ ] Tr.: Skamander u. Nebentäler — Ilion (Hisarlık-Tepe) — 2.Jh.v.Chr. — IK 3,53
[χάριν τοῦ καὶ πολλοὺς ἄλλους ζηλωτὰς γί]-
1 [νεσθαι τῶν παραπ]λησίω[ν ὁρ]ῶντας
[ὅτι ὁ δῆμος ἡ]μ̣ῶν ποιεῖτ[αι κα]ταλογὴν
[τῶν καλῶν] καὶ ἀγαθῶν ἀ[νδρ]ῶν καὶ
[εἰς αὑτὸν ἐ]κ̣τενῶς διακ̣[ει]μένων·
5 [δεδόχθαι τῆ]ι βουλῆι καὶ τ[ῶι] δήμωι,
[ἐπαινέσαι] μ̣ὲν ἐπὶ τοῖς π̣ρογεγραμ-
[μένοις      ]ν̣ην Ἀττίνου Γαργαρέα·
[δεδόσθαι δὲ] αὐτῶι καὶ τοῖς ἐκγόνοις
[αὐτοῦ προξεν]ίαν, πολιτείαν, ἄφιξιν καὶ
10 κ[ατὰ γῆν καὶ κ]ατὰ θάλασσαν αὐτοῖς τε
κα[ὶ ἀκολούθ]οις αὐτῶν καὶ πολέμου
κα[ὶ εἰρήνης ἀσ]υλεὶ καὶ ἀσπονδεὶ, κ[α]ὶ ἀτέ-
λ̣[ειαν ὧν καὶ Ἰλ]ιεῖς ἀτελεῖς εἰσιν, κ[α]ὶ̣ δ̣ί-
κας π̣[ροδίκο]υς λαμβάνειν ἄνευ π̣[ρυ]-
15 [τανείων, καὶ] εἰς φυλὴν εἰσελθεῖν ἣ̣[ν]
[ἂν βούλωντα]ι̣, καὶ ἔφοδον ἐπὶ τὴν βου-
[λὴν καὶ τὰς] ἄλλας ἀρχὰς καὶ τὸν δῆμο[ν]
[κατὰ τὸν νό]μον πρώτοις μετὰ τὰ ἱερ[ά],
καὶ τὰ [ἄλλα κα]τὰ τὸν προξενικὸν νόμον
20 φιλάν[θρωπα· ἀ]ναγράψαι δὲ καὶ τόδε τὸ ψ[ή]-
[φισμα εἰς στ]ήλην λευκοῦ λίθου καὶ ἀνα-
[θ]εῖν[αι εἰς τὸ ἱ]ερὸν τῆς Ἀθηνᾶς· ἐπαγγει-
[λάτω δὲ ὁ βουλόμεν]ος τῶν πολιτῶν τὴν ἐσο-
[μένην δαπάν]ην ἀναπόδοτον· ἑλέσθαι δὲ
25 [καὶ τὸν αὐτ]ὸν ἐπὶ τῆς ἀναθέσεως
[τῆς στήλης· τ]οὺς δὲ ἱερονόμους παρα-
[δεῖξαι τόπ]ον ἐν τῶι ἱερῶι πρὸς τὴν ἀ-
[νά]θ̣εσιν τῆς στήλης τὸν ἐπιτηδειότα-
[τον]· ἵνα δὲ καὶ Γαργαρεῖς ἐπιγνῶσιν τὰ
30 [ἐψη]φισμένα τῶι πολίτηι αὐτῶν φιλάν-
[θρω]πα, ἑλέσθαι πρεσβευτὰς οἵτινες
[ἀπ]οδημήσαντες εἰς Γάργαρα καὶ ἐπελ-
[θόν]τες ἐπὶ βουλὴν ἢ ἐκκλησίαν καὶ ἐμ-
[φα]ν̣ίσαντες περὶ ἑκάστων παρακαλέ-
35 [σου]σ̣ι Γαργαρεῖς ὄντας ἡμῶν φίλους καὶ
[εὔν]ο̣υς προσδέξασθαι τὰ ἐψηφισμένα
[τῶι] πολίτηι αὐτῶν φιλάνθρωπα· τὸ εἰς
[τὴν] ἀνάθεσιν τῆς στήλης ἐπηγγείλα-
[το] Φιλόδρομος Ἑρμίππου· ὁ αὐτὸς ᾑρέθη
40 [κα]ὶ ἐπὶ τῆς ἀναθέσεως· πρεσβευταὶ
[ᾑ]ρέθησαν Σάτυρος Ἀντιφάνου, Διονύ-
σ̣ιος Χαιριμένου, Πρωτόμαχος Σα-
[τύρ]ο̣υ, Ἐπικράτης Μενεμάχου, Κυδρο-
[γέν]ης Δαιφάνου.
Search Help