[ ]
Tr.: Skamander u. Nebentäler — Yenişehir [Ab,Ae: Ilion] — 197 od. 279-274 v.Chr. — IK 3,32
1 | ἐπιμηνιεύοντος Νυμφίου τοῦ Διοτρέφους, ἐπιστατοῦντος δὲ Διονυσίου τοῦ |
Ἱππομέδοντος, Δημήτριος Διοῦς εἶπεν· ἐπειδὴ βασιλεὺς Ἀντίοχος βασιλέως | |
Σελεύκου ἐν ἀρχῆι τε παραλαβὼν τὴμ βασιλείαν καὶ προστὰς ἐν- | |
δόξου καὶ καλῆς αἱρέσεως ἐζήτησε τὰς μὲν πόλεις τὰς κατὴν Σε- | |
5 | λευκίδα, περιεχομένας ὑπὸ καιρῶν δυσχερῶν διὰ τοὺς ἀποστάντας |
τῶμ πραγμάτων, εἰς εἰρήνην καὶ τὴν ἀρχαίαν εὐδαιμονίαν καταστῆσαι, | |
τοὺς δ’ ἐπιθεμένους τοῖς πρά<γ>μασι ἐπεξελθών, καθάπερ ἦν δίκαιον, ἀνα- | |
κτήσασθαι τὴμ πατρώιαν ἀρχήν· διὸ καὶ χρησάμενος ἐπιβολῆι καλῆι καὶ δικαία[ι] | |
καὶ <λ>αβὼν οὐ μόνον τοὺς φίλους καὶ τὰς δυνάμεις εἰς τὸ διαγωνίσασθαι περὶ | |
10 | τῶμ πραγμάτων αὐτῶι προθύμ<ου>ς, ἀλλὰ καὶ τὸ δαιμόνιον εὔνουν καὶ συν- |
εργόν, τάς τε πόλεις εἰς εἰρήνην καὶ τὴμ βασιλείαν εἰς τὴν ἀρχαίαν διάθεσιν | |
κατέστησεν· νῦν τε παραγενόμενος ἐπὶ τοὺς τόπους τοὺς ἐπὶ τάδε τοῦ Ταύρου | |
μετὰ πάσης σπουδῆς καὶ φιλοτιμίας ἅμα καὶ ταῖς πόλεσιν τὴν εἰρήνην κατεσκεύ- | |
ασεν καὶ τὰ πράγματα καὶ τὴμ βασιλείαν εἰς μείζω καὶ λαμπροτέραν διάθεσιν | |
15 | ἀγήγοχε, μάλιστα μὲν διὰ τὴν ἰδίαν ἀρετήν, εἶτα καὶ διὰ τὴν τῶμ φίλων καὶ τῶν |
δυνάμεων εὔνοιαν· ὅπως οὖν ὁ δῆμος, ἐπειδὴ καὶ πρότερόν τε, καθ’ ὃν καιρὸν | |
παρέλαβεν τὴμ βασιλείαν, εὐχὰς καὶ θυσίας ὑπὲρ αὐτοῦ πᾶσι τοῖς θεοῖς | |
διετέλει ποιούμενος, καὶ νῦν εὔνους ὢν καὶ τὴν αὐτὴν αἵρεσιν ἔχων | |
φανερὸς ἦι τῶι βασιλεῖ, τύχηι τῆι ἀγαθῆι, δεδόχθαι τῆι β[ου]λῆι καὶ τῶι | |
20 | δήμωι, τὴμ μὲν ἱέρειαν καὶ τοὺς ἱερονόμους καὶ τοὺς πρυτάνεις εὔξασ- |
θαι τῆι Ἀθηναῖ τῆι Ἰλιάδι μετὰ τῶμ πρεσβευτῶν τήν τε παρουσίαν γεγο- | |
νέναι <ἐπ’ ἀγαθῶι> τοῦ βασιλέως καὶ τῆς ἀδελφῆς αὐτοῦ βασιλίσσης καὶ τῶμ φίλων | |
καὶ τῶν δυνάμεων, καὶ γίνεσθαι τά τε ἄλλα ἀγαθὰ τῶι βασιλεῖ καὶ τῆι βασι- | |
λίσσηι πάντα, καὶ τὰ πράγματα καὶ τὴμ βασιλείαν αὐτοῖς διαμένειν λαμβάνου- | |
25 | σαν ἐπίδοσιν καθάπερ αὐτοὶ προαιροῦνται· εὔξασθαι δὲ καὶ τοὺς ἄλλους ἱερεῖς καὶ |
ἱερείας μετὰ τοῦ ἱερέως τοῦ τοῦ βασιλέως Ἀντιόχου τῶι τε Ἀπόλλωνι τῶι ἀρχηγ[ῶι] | |
τοῦ γένους αὐτοῦ καὶ τῆι Νίκηι καὶ τῶι Διὶ καὶ τοῖς ἄλλοις θεοῖς πᾶσι καὶ πάσαις· ἐ[πὶ δὲ] | |
ταῖς εὐχαῖς τῆι μὲν Ἀθηνᾶι συντελεσάτωσαν τὴν νομιζομένην καὶ πάτ[ριον θυ]- | |
σίαν οἵ τε ἱερονόμοι καὶ οἱ πρυτάνεις μετὰ τῆς ἱερείας καὶ τῶμ πρεσβευτῶν, τ[ῶι δὲ Ἀπόλ]- | |
30 | λωνι καὶ τοῖς ἄλλοις θεοῖς οἱ στρατηγοὶ μετὰ τῶν ἄλλω<ν> ἱερείων· ὅταν δὲ ποιῶ[σι τὰς θυ]- |
σίας, στεφανηφορείτωσαν οἵ τε πολῖται καὶ οἱ πάροικοι πάντες, καὶ συνιόν[τες κατὰ τὰς οἰκί]- | |
ας συντε<λ>είτωσαν θυσίας τοῖς θεοῖς ὑπὲρ <τ>οῦ βασιλέως καὶ τοῦ δήμου· [ὅπως δὲ τὰ] | |
εἰς τὴν τιμὴν καὶ δόξαν ἀνήκοντα συγκατασκευάζων ὁ δῆμος φανερὸς [ἦ πᾶσιν, ἐπαι]- | |
νέσαι μὲν αὐτὸν ἐπὶ τῆι ἀρετῆι καὶ τῆι ἀνδραγαθίαι ἣν ἔχων [διατ]ελεῖ, [στῆσαι δὲ αὐτοῦ εἰ]- | |
35 | κόνα χρυσῆν ἐφ’ ἵππου ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς ἐν τῶι ἐπιφα[νεστάτωι τὸπωι] |
ἐπὶ βήματος τοῦ λευκοῦ λίθου καὶ ἐπιγράψαι· ὁ δῆμος ὁ [Ἰλιέων βασιλέα Ἀντί]- | |
οχον βασιλέως Σελεύκου εὐσεβείας ἕνεκεν τῆς εἰς τὸ ἱερό[ν, εὐεργέτην καὶ σω]- | |
τῆρα γεγονότα τοῦ δήμου· ἀναγορεῦσαι δὲ καὶ ἐμ [Παναθηναίοις ἐν τῶι] | |
γυμνικῶι ἀγῶνι τὸν ἀγωνοθέτην καὶ τοὺς σ[υνέδρους ὅταν ἥ τε Ἰλιέων πό]- | |
40 | λις καὶ αἱ λοιπαὶ πόλεις στεφανῶσιν τῶι ἀρ[ιστείωι στεφάνωι τὴν Ἀθηνᾶν τὴν] |
Ἰλι<ά>δα τὴν ἀναγγελίαν ποιούμενος [ ] | |
ἑλέσθαι δὲ καὶ πρεσβευτὰς ἐκ πάν[των Ἰλιέων ἄνδρας τρεῖς οἵτινες] | |
ἀσπασάμενοι αὐτὸν παρὰ τ[οῦ δήμου καὶ συνησθέντες ἐπὶ τῶι ὑ]- | |
γιαίνειν αὐτόν τε καὶ τὴ[ν ἀδελφὴν αὐτοῦ βασίλισσαν καὶ τὰ τέκνα] | |
45 | καὶ τοὺς φίλους καὶ τὰς [δυνάμεις ἀνοίσουσιν αὐτῶι τὴν ἐψηφισμένην τι]- |
μὴν καὶ ἀπολογισάμ[ενοι τὴν τοῦ δήμου εὔνοιαν ἣν ἔχων εἴς τε τὸν πα]- | |
τέρα αὐτοῦ βασιλέα Σ[έλευκον καὶ τὴμ πᾶσαν βασιλικὴν οἰκίαν ἀεὶ δια]- | |
τετέλεκεν παρακαλοῦσ[ιν αὐτόν ] | |
[ ]ν συμβαιν[ ] |