[ ] Tr.: Skamander u. Nebentäler — Ilion (Hisarlık-Tepe) — um 306 v.Chr. — IK 3,1
1 [γνώμη τῶν συνέδρω]ν· ἐπειδὴ Μαλούσιος Βακχίο[υ]
[Γαργαρεὺς ἀνὴρ ἀγ]αθὸς ὢν διατελεῖ περὶ τὸ ἱερὸν τῆς Ἀθ-
[ηνᾶς τῆς Ἰλιάδος] καὶ περὶ τὰς πόλεις, καὶ πρότερόν τε πολλὰ χρήσι-
[μος ἐγένετο τῶι] συνεδρίωι καὶ ταῖς πόλεσιν, εἴς τε τὰ κατασκευάσμα-
5 [τα τοῦ ἱεροῦ καὶ τῆ]ς πανηγύρεως καὶ εἰς τὰς πρεσβείας τὰς ἀποστελ-
λομένας καὶ ὑπὲρ] τῶν ἄλλων τῶν συμφερόντων τῆι πανηγύρει χρήματ[α]
[ἔδωκεν ἄτο]κα, καὶ τὴν ἄλλην προθυμίαν ἐμ πᾶσιν τοῖς καιροῖς παρεχόμε-
[νος μετὰ] πολλῆς εὐνοίας, καὶ νῦν εἴς τε τὴν πρεσβείαν τὴν ὕστερον ἀποσ-
[τελλομέ]νην πρὸς Ἀντίγονον ἔδωκεν χρυσοὺς διακοσίους ἀτόκους καὶ εἰς
10 [τὴν το]ῦ θεάτρου κατασσκευὴν χρήματα κομίσας εἰς Ἴλιον ἔδωκεν τοῖς ἐπ[ι]-
[στ]άταις, ὅσον ἐδέοντο, χρυσοῦς χιλίους τετρακοσίους πεντήκοντα
ἀτόκους· ἐπειδὴ Μαλούσιος διατελεῖ πράττων καὶ λέγων ἀπροφα-
σίστως ἐμ πᾶσι τοῖς καιροῖς τὰ συμφέροντα τῆι θεῶι καὶ ταῖς πόλεσιν,
ἀγαθῆι τύχηι, δεδόχθαι τοῖς συνέδροις, ἐπαινέσαι Μαλούσιον
15 [Β]ακχίου Γαργαρέα καὶ στεφανῶσαι αὐτὸν ἐν τῶι γυμνικῶι ἀγῶνι
χρυσῶι στεφάνωι ἀπὸ δραχμῶν χιλίων ἀρετῆς ἕνεκεν τῆς περ[ὶ]
τὸ ἱερὸν καὶ τὴν πανήγυριν καὶ τὸ κοινὸν τῶν πόλεων, δεδόσθαι δὲ
αὐτῶι μὲν τὴν ἀτέλειαν καθάπερ δέδοται, δεδόσθαι δὲ καὶ τοῖς ἐκ-
γόνοις αὐτοῦ τὴν ἀτέλειαν, ὅ,τι ἄν πωλῶσιν ἢ ἀγοράσωσιν· τὸ δὲ ψή-
20 φισμα τόδε ἀναγράψαντας εἰς στήλην θεῖναι εἰς τὸ ἱερὸν τῆς
Ἀθηνᾶς, ἐπιμεληθῆναι δὲ τοὺς Γαργαρεῖς, ὅπως ἂν εἰδῶσιν ἅπα[ντες]
ὅτι ἐπίσταται τὸ κοινὸν τῶν πόλεων τοῖς οὖσιν ἀγαθοῖς ἀνδράσιν εἰς
αὑτοὺς χάριν ἀποδιδόναι· γνώμη τῶν συνέδρων· ἐπειδὴ Μαλούσι[ος]
ἀποστελλόντων τῶν συνέδρων πρέσβεις πρὸς τὸν βασιλέα ὑ[πὲρ]
25 τῆς ἐλευθερίας καὶ αὐτονομίας τῶν πόλεων τῶν κοινονουσ[ῶν τοῦ]
ἱεροῦ καὶ τῆς πανηγύρεως ἔδωκεν ἄτοκα χρήματα τοῖς ἀποστε[λλο]-
μένοις ἀγγέλοις, ὅσα ἐκέλευον οἱ σύνεδροι, παρεσκεύασεν δὲ καὶ τὰ π[ρὸς]
σκηνὴν ἄτοκα χρήματα, καὶ τἆλλα δὲ προθύμως ῦπηρετε[ῖ ε]ἰς ὅ,τι ἂ[ν πα]-
ρακαλῆι τὸ συνέδριον, ἀγαθῆι τύχηι, δεδόχθαι τοῖς συνέδροις, ἐπα[ι]-
30 νέσαι τε Μαλούσιον Βακχίου Γαργαρέα, ὅτι ἀνὴρ ἀγαθός ἐστιν περ[ὶ τὸ]
ἱερὸν τῆς Ἀθηνᾶς καὶ τὴν πανήγυριν καὶ τὸ κοινὸν τῶν πόλεων, καὶ στ[ε]-
φανῶσαι αὐτὸν χρυσῶι στεφάνωι ἀπὸ δραχμῶν χιλίων ἐν τῶι γυ-
μνικῶι ἀγῶνι· ἀναγράψαι δὲ τὸ ψήφισμα τόδε εἰς στήλην τὴν ὑπὲ[ρ]
τῶν συνεδρ<ε>ιῶν τῶν Μαλουσίου μέλλουσ[α]ν ἀνατεθήσεσθαι εἰς τὸ ἱερό[ν]·
35 ἐπιμεληθῆναι δὲ τοὺς Γαργαρεῖς, ὅπως ἂν εἰδῶσιν ἅπαντες ὅτ[ι]
ἐπίσταται τὸ κοινὸν τῶν πόλεων τοῖς οὖσιν ἀγαθοῖς ἀνδράσιν εἰς αὑ-
τοὺς χάριν ἀποδιδόναι· γνώμη τῶσυνέδρων· ἐπειδὴ Μαλούσιος κε-
λεύει ἐπαγγεῖλαι αὐτῶι ἤδη τὸ συνέδριον, πόσων δεῖται παρ’ αὐτοῦ χρημά-
των εἴς τε τὸ θέατρον καὶ εἰς τἆλλα κατασσκευάσματα καὶ εἰς τ[ὰ]
40 ἱερὰ καὶ εἰς τὴν πρεσβείαν, καί φησι θέλεινπαρόντων τῶν συ[ν]-
έδρων ἤδη δοῦναι πάντα, ἀγαθῆι τύχηι, δεδό[χθαι] τοῖς συ[ν]-
έδροις ἐπαγγεῖλαι Μαλουσίωι δοῦναι τοῖς ἀγωνοθέταις χρ[υσοῦς]
τρισχιλίους καὶ πεντακοσίους σὺν τοῖς πέρυσι ὀφειλο[μέ]νοις ἀ[τόκοις],
τοὺς δὲ ἀγωνοθέτας, οἷς μὲν ἂν αὐτοὶ χρήσων[ται, τ]ὰ δὲ ἄ[λλα χρη]-
45 ματα θεῖναι [εἰ]ς τὸ ἱερ[ό]ν· ἂν δέ τι περιγένηται ἐ[κ]δοθέντ[ων τῶν]
ἔργων, ἀποδοῦναι Μ[αλο]υσίωι· γνώμη τῶν συνέδρων· [ἐπειδὴ Μα]-
λούσιος [Βακ]χίου Γαργαρεὺς ἀνὴρ ἀγαθὸς ὢν διατελ[εῖ περὶ τὸ]
ἱερὸν τῆς Ἀθ[ην]ᾶς τῆς Ἰλιάδος καὶ τὸ συνέδριον, δ[εδόχθαι]
τοῖς συνέδρ[οι]ς, στεφανῶσαι Μαλούσιον χρυσῶι στ[εφάνωι ἀπὸ]
50 χρυσῶ[ν] τρι[άκο]ντα· καλεῖν δὲ α[ὐτὸν καὶ] εἰς προεδρί[αν Παναθηναί]-
οις ἐν τοῖς ἀγῶσιν ὀνομασ[τεί· δια]μεῖναι δὲ [τὴν προεδρίαν]
καὶ αὐτῶι καὶ ἐγγόνοις· τὸ δὲ ψήφσμα τόδε] ἀναγράψαντα[ς τοὺς ἀγωνο]-
θέτας εἰς στήλην θεῖναι εἰς τὸ [ἱ]ερὸν τῆς Ἀθηνᾶς· [γνώμη τῶν συν]-
έδρων· ἐπειδὴ Μαλούσιος ἀνὴρ ἀγαθὸς ὢν διατ[ελεῖ περὶ τὸ ἱερὸν]
55 τῆς Ἀθηνᾶς τῆς Ἰλιά[δος] καὶ τὸ κοινὸν τῶν πόλεω[ν καὶ τὴν πανήγυριν],
ἀγαθῆι τύχηι, δεδόχ[θαι τοῖ]ς συνέδροις, αἷς τιμαῖς [τετίμηται Μαλού]-
σιος ὑπὸ τοῦ συνε[δρ]ίου, ἀναγράψαι ἑκά[στη]ν [τῶν πόλεων τῶν κοινωνου]-
σῶν τοῦ ἱεροῦ κ[αὶ τῆ]ς πανηγύρεως, καὶ θεῖν[αι τὴν στήλην ὅπου ἑκάσ]-
τηι νόμος ἐστ[ίν]· Σίμαλος Λαμψακην[ὸς εἶπεν· ἐπειδὴ Μαλούσιος]
60 ὁ Γαργαρεὺς ἐ[πιμ]ελεῖται προθύ[μως — — — — — — — — — — — — — ]
τὰ ἀναλώμ[ατα — — — — — — — — — — — — — — — — — — — — — — — — ]
πόλεσιν [— — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
ὅτι προθυ[μ— — — — — — — — — — — — — — — — — — — — — — — — — —]
στεφα[ν— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
65 φαν[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — ]
Search Help
Contact Us