[ ]
Tr.: Skamander u. Nebentäler — ? [Aa,Ae: Ilion] — letztes Drittel 3.Jh.v.Chr. — IK 3,2
1 | [γνώμη τῶν συνέδρω]ν· ἐπειδὴ Κύδιμος |
[Κυδίμου Ἀβυδηνὸ]ς χειροτονηθεὶς ὑπὸ το[ῦ] | |
[δήμου το]ῦ̣ Ἀβυδηνῶν γυμνασίαρχ[ος] | |
καὶ ἀποσταλεὶς εἰς τὴμ πανήγυριν γε- | |
5 | γυμνασιάρχηκεν τά τε μικρὰ καὶ τὰ με- |
γάλα Παναθήναια καλῶς καὶ ἀξίως τῆς τε | |
πατρίδος τῆς ἑαυτοῦ καὶ τῶμ πόλεων | |
τῶν κοινονουσῶν τῆς τε θυσίας καὶ τοῦ ἀ- | |
γῶνος καὶ τῆς πανηγύρεως, προστὰς ο[ὐ] | |
10 | μόνον τῆς τῶν νέων καὶ τῆς τῶν ἀθλη- |
τῶν εὐταξίας ἐπιμελῶς καὶ δεόντως, ἀλ- | |
λὰ καὶ χορηγίαν καὶ δαπάνην οὐ τὴν τυχοῦ- | |
σαν ὑπομείνας ἐκ τῶν ἰδίων, προαιρούμε- | |
[ν]ος ἐμ πᾶσι τοῖς κατὰ τὴν ἀρχὴν μηθὲν | |
15 | ἧττον χορηγεῖν τῶμ πρὸ ἑαυτοῦ γεγονό- |
των γυμνασιάρχων, ἀλλὰ περὶ πλείστο[υ] | |
ποιούμενος τὴν εἰς ταῦτα φιλοτιμίαν· ἐφ’ οἷς ἐσ- | |
τεφάνωσαν αὐτὸν οἵ τε νέοι καὶ οἱ ἀθληταὶ | |
χρυσῶι στεφάνωι καὶ εἰκόνι χαλκῆι, συμφέρει | |
20 | δὲ καὶ τοῖς συνέδροις ἐπιμέλειαμ ποιεῖσθαι |
τῶγ καλῶγ καὶ ἀγαθῶν ἀνδρῶν καὶ φιλοτί- | |
μων εἰς τὰ διατείνοντα πρὸς τὴν τῆς πανη- | |
γύρεως ἐπαύξησιν καὶ δόξαν, ἵνα τούτου γινο- | |
μένου προτρέπωνται καὶ οἱ ἄλλοι τὸ καθ’ ἑαυ- | |
25 | τοὺς συναύξειν τὴμ πανήγυριγ καὶ περὶ πλείσ- |
του ποιεῖσθαι τὴν εἰς τὰ κοινὰ φιλοτιμίαν· δε- | |
δόχθαι τοῖς συνέδροις· ἐπαινέσαι μὲν τὸν δῆ- | |
μον τὸν Ἀβυδηνῶν ὅτι προεχειρίσατο γυμνα- | |
σίαρχον ἄξιον τῆς πανηγύρεως· ἐπαινέ- | |
30 | σαι δὲ καὶ Κύδιμογ Κυδίμου Ἀβυδηνὸν ἐπὶ τῶι |
[γυμ]νασιαρχῆσαι ἀξίως τῆς τ’ ἑαυτοῦ πατρ[ί]- | |
[δος καὶ τῶν πόλεων] τῶν κοινονουσῶν τῆς τε | |
[θυσίας καὶ τοῦ ἀγῶνος καὶ τῆς πανηγύρεως] | |
[ ]ς̣ καὶ εἶναι αὐτ̣[ὸν πρόξενον τῆς πανη]- | |
35 | γύρ<ε>ως καὶ εὐεργέτην· καλε̣[ῖσθαι δὲ αὐτὸν ὀνο]- |
μαστεὶ καὶ εἰς προεδρίαν καὶ πρὸς τὰ ἱε̣ρὰ ὅ̣[ταν] | |
καὶ οἱ ἄλλοι πρόξενοι καλῶνται καὶ οἱ εὐεργέται· ὑπάρχ[ειν δὲ] | |
αὐτῶι καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις ὑπάρχε[ι] | |
καὶ εὐεργέταις τῆς πανηγύρεως· στεφανῶσαι δὲ αὐ- | |
40 | τὸν στεφάνωι τε χρυσῶι καὶ εἰκόνι χαλκῆι καὶ ἀναγορεῦσαι |
τοὺς ἀγωνοθέτας ἐν τῶι ἀγῶνι τῶν τραγωιδῶν καὶ ἐν τῶ[ι] | |
γυμνικῶι διότι· στεφανοῦσιν Ἰλιεῖς καὶ αἱ πόλεις αἱ κοινωνοῦ- | |
σαι τῆς θυσίας καὶ τοῦ ἀγῶνος καὶ τῆς πανηγύρεως Κύδ[ι]- | |
μογ Κυδίμου Ἀβυδηνὸν χρυσῶι στ<ε>φάνωι καὶ εἰκόνι χαλκῆι γ[υ]- | |
45 | μνασιαρχήσαντα τά τε μικρὰ καὶ τὰ μεγάλα Παναθήι- |
ναια καλῶς καὶ ἀξίως τῆς τε πατρίδος καὶ τῆς πανη- | |
γύρεως· στῆσαι δὲ τήν τε εἰκόνα ἐν τῶι ἱερῶι τῆς Ἀθη- | |
νᾶς καὶ ἐπιγράψαι· Ἰλιεῖς καὶ αἱ πόλεις αἱ κοινωνοῦσαι τῆς | |
θυσίας καὶ τοῦ ἀγῶνος καὶ τῆς πανηγύρεως Κύδιμον | |
50 | Κυδίμου Ἀβυδηνὸν γυμνασιαρχήσαντα τά τε μικρὰ κα[ὶ] |
τὰ μεγάλα Παναθήναια καλῶς καὶ ἀξίως τῆς τε πα- | |
τρίδος καὶ τῶμ πόλεων· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα | |
εἰς στήλην λευκοῦ λίθου καὶ στῆσαι παρὰ τὴν εἰκόνα· ἵ- | |
να δὲ ὁ στέφανος ἀνατεθῆι ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς καὶ | |
55 | ἡ εἰκὼγ καθότι τὸ συνέδριον βεβούληιται, ἑλέσθαι ἄνδρας |
ἐκ τῶν συνέδρων δύο οἵτινες ἀξιώσουσιν Ἰλιεῖς παρα- | |
δεῖξαι τόπον ἐν τῶι ἱερῶι ὡς ἐπιφανέστατον ἐν ὧι ἀνατε- | |
θήσεται ὅ τε στέφανος ὁ Κυδίμου καὶ ἡ εἰκὼν ὧι ἐστεφα- | |
νώκασιν αὐτὸν αἱ πόλεις· ἑλέσθαι δὲ καὶ ἄλλον | |
60 | πρεσβευτὴν ἐκ τῶν συνέδρων ὅστις ἀξιώσει Ἀβυδ[η]- |
[ν]οὺς δοῦναι στήληι τόπον ἐν ἧι καταχωρισθήσετ[αι] | |
[τ]όδε τὸ ψήφισμα, ποιήσασθαι δὲ καὶ ἀναγγελ[ί]- | |
αν τῆς εἰκόνος καὶ τοῦ στεφάνου τοῖς τε Διονυσί- | |
οις καὶ τοῖς Ξενίοις ἐν τῶι θεάτρωι· πρεσβευταὶ εἱ- | |
65 | ρέθησαμ πρὸς μὲν Ἰλιεῖς Σάτυρος Πολυχάρμου, Ἀπ[ή]- |
μαντος Χειρικράτου Ἰλιεῖς, πρὸς δὲ Ἀβυδηνοὺς | |
Κύδιμος Κυδίμου Ἀβυδηνός. |