[ ] Tr.: Skamander u. Nebentäler — ? [Aa,Ae: Ilion] — letztes Drittel 3.Jh.v.Chr. — IK 3,2
1 [γνώμη τῶν συνέδρω]ν· ἐπειδὴ Κύδιμος
[Κυδίμου Ἀβυδηνὸ]ς χειροτονηθεὶς ὑπὸ το[ῦ]
[δήμου το]ῦ̣ Ἀβυδηνῶν γυμνασίαρχ[ος]
καὶ ἀποσταλεὶς εἰς τὴμ πανήγυριν γε-
5 γυμνασιάρχηκεν τά τε μικρὰ καὶ τὰ με-
γάλα Παναθήναια καλῶς καὶ ἀξίως τῆς τε
πατρίδος τῆς ἑαυτοῦ καὶ τῶμ πόλεων
τῶν κοινονουσῶν τῆς τε θυσίας καὶ τοῦ ἀ-
γῶνος καὶ τῆς πανηγύρεως, προστὰς ο[ὐ]
10 μόνον τῆς τῶν νέων καὶ τῆς τῶν ἀθλη-
τῶν εὐταξίας ἐπιμελῶς καὶ δεόντως, ἀλ-
λὰ καὶ χορηγίαν καὶ δαπάνην οὐ τὴν τυχοῦ-
σαν ὑπομείνας ἐκ τῶν ἰδίων, προαιρούμε-
[ν]ος ἐμ πᾶσι τοῖς κατὰ τὴν ἀρχὴν μηθὲν
15 ἧττον χορηγεῖν τῶμ πρὸ ἑαυτοῦ γεγονό-
των γυμνασιάρχων, ἀλλὰ περὶ πλείστο[υ]
ποιούμενος τὴν εἰς ταῦτα φιλοτιμίαν· ἐφ’ οἷς ἐσ-
τεφάνωσαν αὐτὸν οἵ τε νέοι καὶ οἱ ἀθληταὶ
χρυσῶι στεφάνωι καὶ εἰκόνι χαλκῆι, συμφέρει
20 δὲ καὶ τοῖς συνέδροις ἐπιμέλειαμ ποιεῖσθαι
τῶγ καλῶγ καὶ ἀγαθῶν ἀνδρῶν καὶ φιλοτί-
μων εἰς τὰ διατείνοντα πρὸς τὴν τῆς πανη-
γύρεως ἐπαύξησιν καὶ δόξαν, ἵνα τούτου γινο-
μένου προτρέπωνται καὶ οἱ ἄλλοι τὸ καθ’ ἑαυ-
25 τοὺς συναύξειν τὴμ πανήγυριγ καὶ περὶ πλείσ-
του ποιεῖσθαι τὴν εἰς τὰ κοινὰ φιλοτιμίαν· δε-
δόχθαι τοῖς συνέδροις· ἐπαινέσαι μὲν τὸν δῆ-
μον τὸν Ἀβυδηνῶν ὅτι προεχειρίσατο γυμνα-
σίαρχον ἄξιον τῆς πανηγύρεως· ἐπαινέ-
30 σαι δὲ καὶ Κύδιμογ Κυδίμου Ἀβυδηνὸν ἐπὶ τῶι
[γυμ]νασιαρχῆσαι ἀξίως τῆς τ’ ἑαυτοῦ πατρ[ί]-
[δος καὶ τῶν πόλεων] τῶν κοινονουσῶν τῆς τε
[θυσίας καὶ τοῦ ἀγῶνος καὶ τῆς πανηγύρεως]
[          ]ς̣ καὶ εἶναι αὐτ̣[ὸν πρόξενον τῆς πανη]-
35 γύρ<ε>ως καὶ εὐεργέτην· καλε̣[ῖσθαι δὲ αὐτὸν ὀνο]-
μαστεὶ καὶ εἰς προεδρίαν καὶ πρὸς τὰ ἱε̣ρὰ ὅ̣[ταν]
καὶ οἱ ἄλλοι πρόξενοι καλῶνται καὶ οἱ εὐεργέται· ὑπάρχ[ειν δὲ]
αὐτῶι καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις ὑπάρχε[ι]
καὶ εὐεργέταις τῆς πανηγύρεως· στεφανῶσαι δὲ αὐ-
40 τὸν στεφάνωι τε χρυσῶι καὶ εἰκόνι χαλκῆι καὶ ἀναγορεῦσαι
τοὺς ἀγωνοθέτας ἐν τῶι ἀγῶνι τῶν τραγωιδῶν καὶ ἐν τῶ[ι]
γυμνικῶι διότι· στεφανοῦσιν Ἰλιεῖς καὶ αἱ πόλεις αἱ κοινωνοῦ-
σαι τῆς θυσίας καὶ τοῦ ἀγῶνος καὶ τῆς πανηγύρεως Κύδ[ι]-
μογ Κυδίμου Ἀβυδηνὸν χρυσῶι στ<ε>φάνωι καὶ εἰκόνι χαλκῆι γ[υ]-
45 μνασιαρχήσαντα τά τε μικρὰ καὶ τὰ μεγάλα Παναθήι-
ναια καλῶς καὶ ἀξίως τῆς τε πατρίδος καὶ τῆς πανη-
γύρεως· στῆσαι δὲ τήν τε εἰκόνα ἐν τῶι ἱερῶι τῆς Ἀθη-
νᾶς καὶ ἐπιγράψαι· Ἰλιεῖς καὶ αἱ πόλεις αἱ κοινωνοῦσαι τῆς
θυσίας καὶ τοῦ ἀγῶνος καὶ τῆς πανηγύρεως Κύδιμον
50 Κυδίμου Ἀβυδηνὸν γυμνασιαρχήσαντα τά τε μικρὰ κα[ὶ]
τὰ μεγάλα Παναθήναια καλῶς καὶ ἀξίως τῆς τε πα-
τρίδος καὶ τῶμ πόλεων· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα
εἰς στήλην λευκοῦ λίθου καὶ στῆσαι παρὰ τὴν εἰκόνα· ἵ-
να δὲ ὁ στέφανος ἀνατεθῆι ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς καὶ
55 ἡ εἰκὼγ καθότι τὸ συνέδριον βεβούληιται, ἑλέσθαι ἄνδρας
ἐκ τῶν συνέδρων δύο οἵτινες ἀξιώσουσιν Ἰλιεῖς παρα-
δεῖξαι τόπον ἐν τῶι ἱερῶι ὡς ἐπιφανέστατον ἐν ὧι ἀνατε-
θήσεται ὅ τε στέφανος ὁ Κυδίμου καὶ ἡ εἰκὼν ὧι ἐστεφα-
νώκασιν αὐτὸν αἱ πόλεις· ἑλέσθαι δὲ καὶ ἄλλον
60 πρεσβευτὴν ἐκ τῶν συνέδρων ὅστις ἀξιώσει Ἀβυδ[η]-
[ν]οὺς δοῦναι στήληι τόπον ἐν ἧι καταχωρισθήσετ[αι]
[τ]όδε τὸ ψήφισμα, ποιήσασθαι δὲ καὶ ἀναγγελ[ί]-
αν τῆς εἰκόνος καὶ τοῦ στεφάνου τοῖς τε Διονυσί-
οις καὶ τοῖς Ξενίοις ἐν τῶι θεάτρωι· πρεσβευταὶ εἱ-
65 ρέθησαμ πρὸς μὲν Ἰλιεῖς Σάτυρος Πολυχάρμου, Ἀπ[ή]-
μαντος Χειρικράτου Ἰλιεῖς, πρὸς δὲ Ἀβυδηνοὺς
Κύδιμος Κυδίμου Ἀβυδηνός.
Search Help
Contact Us