[ ] Tr.: Skamander u. Nebentäler — Halileli, Çıplak [Aa: Ilion] — 2.Jh.v.Chr.? — IK 3,52
1 [ἐ]πειδὴ ὁ ἱερεὺς τῶν πάντων θεῶν Ἑρμίας Σκαμαν[δρίο]υ ἀκόλουθον ἑαυ-
[τ]ὸν παρασκευάζων τ[ῆ]ι τε τῶν προγόνων εἰς τὸν δ[ῆμον] φιλοτιμίαι καὶ τῆ[ι]
[ἑ]α̣υ̣τ̣οῦ φ̣ιλο̣δοξ̣ίαι πρ[ό]ς τε τοὺς θεοὺς ὁσίως καὶ εὐσ̣εβῶς προσφέρεται καὶ̣
[τὰ] πρὸς τὸν δῆμον φιλαγάθως καὶ μεγαλομερῶς, προ[αιρο]ύμενός τε καὶ ἀν[ὰ]
5 [πᾶν] ἔτος τοὺς θεοὺς τιμᾶσθ̣αι καὶ τὸν δῆμον φι̣λανθ<ρ>ωπεῖσθαι ἐπιδέδωκεν
[καὶ] ἀφιεροῖ ἀργυρίου δ̣ραχ[μ]ὰ̣ς Ἀλεξανδρείας μυ[ρία]ς καὶ πεντακισχιλίας
[καθ]ήκει δὲ τῶι δήμωι ἀποδεξαμένωι αὐτοῦ τὴν φιλ[α̣]γ̣αθίαν τε καὶ σπουδὴν̣
[δια]τ̣άξαι περὶ τῶν ἐπιδεδομένων χρημάτων ὡς κα̣[θ]ῆ̣κόν ἐστιν ἵνα αἵ τε
[τῶν] θ̣εῶν τιμαὶ ἀπὸ τῶν χρημάτων καὶ αἱ εἰς τοὺς πολίτας φιλανθ<ρ>ωπίαι δια̣
10 [μένωσ]ιν εἰς τὸν ἅπαντα χρόνον· ἀγαθῆι τύχηι, ἐπὶ ὑγιείαι καὶ σωτηρίαι καὶ τοῖ[ς]
[ἄλλοις] ἀγαθοῖς πᾶσι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· τὰ μὲν χρήματα εἶνα[ι]
[τὰ ἐπιδεδομέ]να ὑπὸ Ἑρμίου ἱερὰ τῆς Ἀθηνᾶς· τοὺς δὲ τραπε[ζ]ίτας, ἐπεὶ διαγεγραμμέ-
[να ἐστὶ τὰ δι]άφορα, ἔχειν ἔνθεμα, καὶ φέρ[ειν] τόκον αὐτῶν δέκατον, καὶ παραδοῦναι τ[ό]
[τε κεφάλαιον] τοῖς μεθ’ ἑαυτοὺς τραπεζίταις καὶ τόκον διμήνου δέκατον· τοὺς δὲ
15 [παραλαβόντας ἔ]χειν ἔνθεμα τὰς μυρίας καὶ πεντακισχιλίας
       Ἀλεξανδρείας καὶ
[τὸν διμήνου τό]κον· ἀπὸ δὲ τῆς προσόδου γίνεσθαι ἀν[ὰ] πᾶν ἔτος ἐν τῶι Παναθη-
[ναίωι μηνὶ τῆι πρώ]τηι τῶν Ἰλιακῶν πομπὴν καὶ θυσίαν τῆι Ἀθηνᾶι· τοὺς δὲ τραπε-
[ζίτας διδόναι ἑκάσ]του ἔτους ἀπὸ τῆς προσόδου τῆι ἐνδεκάτηι ἐν τῶι Παναθηναίωι
20 [μηνὶ τοῖς ἀφ’ ἑκάστ]ης φυλῆς αἱρεθησομένοις φυλάρχαις κατὰ φυλὴν δραχμὰς ἑκα-
[τὸν εἴκοσι καὶ ἑ]π̣τὰ τριώβολον ἀτριακοστολογή̣του̣[ς] καὶ τὸ ἥμισυ ἀργύριον [   ]
[    πομπ]εῦσαι βοῒ θηλείαι καὶ προβάτωι ἄρρενι καὶ τὰ πέμματα προφέρεσθαι ΕΙ
[․․․․․ τὰ δὲ ἄλλα τὰ] περὶ τὴν πομπὴν ἐπιτελέσαι καθότ[ι] πάτριόν ἐστιν· ἀκολουθεῖν δὲ
[ἐν τῆι πομπῆι ἑ]κάστους τῶν φυλαρχῶν τῆι ὑφ’ ἑαυτῶ[ν] ἀγμένηι βοῒ ἐπιγράψαντας
[τὸ ὄνομα τῆς φυλῆς] καὶ προθύεσθαι τῶι Διὶ τῶι Πολιεῖ τὰ πρ[ό]βατα· ἐπιτελέσαι δὲ καὶ δεῖ-
25 [πνον τοὺς φυλάρχας κ]αὶ λόγον θέσθαι τῆς δαπάνης· τῆς δὲ πομπῆς ἐπιμελητὰς
[εἶναι τὸν ἱερέα] τῶν πάντων θεῶν καὶ τὸν ἀγω[νο]θ̣έτην καὶ τὸν ἐγλογιστήν·
[ἐπιμελεῖσθαι δ’ ὅπ]ως κατὰ [κ]άλλος πομπεύωσιν ο[․․․․․]αξιαι πομπῆς· καθιστάναι
[δὲ καὶ ἄνδρας δύο τ]οὺς τῆς εὐταξίας ἐπιμελησομέ[νους] καὶ τοὺς κατασταθέντας ἔχει[ν]
[ἐξουσίαν τοὺς ἀκοσμ]οῦντας τῆι ῥάβδωι κολάζειν· ἄγε[σθαι] δὲ τὴν πομπὴν ἐκ τῶν βασι̣λ̣[εί]-
30 [ων καθότι ἂν] διατάξωσ̣ιν οἷς ἐπιτέτακται τὴ[ν ἐ]πιμέλειαν πο̣ιεῖσθαι· ἐὰν δέ τιν[ες]
[  ἀπειθῶ]σιν ζημιοῦσθαι αὐτοὺς ῦπὸ τῶν π̣[ρογεγ]ραμ[μ]ένων [δ]ραχμαῖς πεντ[ή]-
[κοντα        π]ρα̣χθῆν[αι — —
Search Help
Contact Us