[ ] Tr.: Skamander u. Nebentäler — Yeniköy [A: Ilion] — Anf. 3.Jh.v.Chr. (um 281 v.Chr.) — IK 3,25
I.1           {²Zeilen 1-8 fehlen.
9 εντ̣[
10 ․αστου[
․ο̣ι ․ο̣χοσ․υσα[
μα̣․γα․․․․σεα̣π̣[
[                                             ]
․π̣․λυσι[                                      ]
15 ․μ̣․ κ̣α̣ὶ̣ ἀρχ[                                  ]
καὶ ἐν δημοκρατίαι ․δυ[                       ]
νιολι․․ρ[        ]ον[  ]η[                    ]
τε α[ὐ]τὸν [  ]νι[     ]τωι [    ]λ[   ]ο[    ]
[ὃς δ’] ἂν ἀπ[οκτ]είνηι τ[ὸν τ]ύραννο[ν ἢ τὸν ἡ]-
20 γεμόνα τῆ[ς] ὀλιγαρ[χ]ίας ἢ τὸν τὴν δ[ημοκρα]-
τίαγ καταλύον[τ]α, ἐὰμ μὲν ἔναρχο[ς, τά]-
λαντον ἀργυρ[ί]ου λ[αμβάνειν παρὰ τῆς πό]-
λεως αὐθημερ̣ὸ̣ν̣ ἢ τῆι δευτέραι, [κ]αὶ εἰκό[να]
χαλκῆν αὐτο[ῦ στ][σ]α[ι τ][ν δῆ]μον· εἶναι δὲ
25 αὐτῶι καὶ σίτη[σ]ιν [ἐ]μ πρυ[τα]νείωι, [ἕ]ως [ἂν] ζῆ[ι],
καὶ ἐν τοῖς ἀγῶ[σι] εἰς π[ρο]εδρίαν [κηρύ]σσεσ-
θαι ὀνομαστεὶ καὶ δύο δ[ρ]αχμὰς δίδοσθαι
αὐτῶι ἑκάστης ἡμέρας μέχρι ἂν ζῆι· ἐὰν δὲ
ξένος ἦι ὁ ἀποκτ[εί]νας, ταὐτὰ δίδοσθαι αὐτῶ[ι]
30 καὶ πολίτης ἔστω [κα]ὶ εἰς [φυλ]ὴν ἐξέστω αὐ[τ][ι]
εἰσελθεῖν ἣν ἂν βούληται· ἐὰν δὲ δοῦλος ἦ[ι]
[ὁ ἀ]ποκτε[ίνας, ἐπί]τιμος [ἔ]στω καὶ πολιτεί-
[ας μ]ε[τεχέτω κατὰ τὸν ν]όμογ καὶ τριάκοντα μ-
[NA=S LAMBANE/TW PARA\ TH=S PO/LEWS] AU)QHMERO\N H)\ [TH=I]
35 [δευτέραι, καὶ μέχρι ἂν ζῆι ἑκάσ]της ἡμέρας λαμβα-
[νέτω δραχμὴν                  ] τῆς ἀρχῆς οἱ με[․․]
[                         τάλαντον ἀργ]υρίου λαμβανέ[τω]-
[σαν                                ] τριάκοντα μνᾶ[ς]
[                                  ἔσ]τω πολίτη[ς]
40
II.39a [                     τὰ δὲ]
40 [ἄ]λλα τῆς πόλεως εἶναι·
[κα]ὶ εἴ τίς τι ἠδικήθη ὑπ’ αὐ-
[τῶν], ἀπολαμβάνειν ἐντεῦ-
[θεν· ἐ]ὰν δέ τις τὸν τύραν-
[νον ἢ τ]ὸν ἡγεμόνα τῆς ὀλι-
45 [γαρ]χίας ἢ τὸν <τὴν> δημοκρατί-
αγ καταλύσαντα τῶν συσ-
στρατιωτῶν τις ἀποκτεί-
νας εἰς δημοκρατίαγ κατα-
στήσηι τὴμ πόλιν, ἀζήμιόν
50 τε αὐτὸν εἶναι ὧν ἔπραξεν
μετ’ αὐτῶγ καὶ τάλαντον ἀρ-
γυρίου λαμβάνειμ παρὰ τοῦ
δήμου· ὃς ἂν ἐπὶ τυράννο<υ> ἢ
ὀλιγαρχία<ς> στρατηγήσηι
55 ἢ ἄλλην τινὰ ἀρχὴν ἄρξηι
[ἡν]τιναοῦν, δι’ ἧς ἀργυ[ρί]-
[ου λ]όγον ἔρχεται, ἢ ἐπιγρ[α]-
[φὴν ἐ]πιγράψηι Ἰλιέων [τ]ινὶ ἢ
[τῶν με]τοίκων, π[αρ]ὰ μηδε-
60 [νὸς τούτων ὠν]εῖσθαι μηδὲ
[παρατίθεσθαι μ]ήτε γῆν μή-
[τε οἰκί]α[μ μήτ]ε κτήνη μήτε
[ἀνδ]ράποδα [μή]τε ἄλλο μη-
[δ]ὲν μηδὲ φ[ερν]ὴν δέχεσθαι·
65 ὃς δ’ ἂν παρὰ [τού]των τινὸς πρί-
ηταί τι ἢ παρ[αθ]ῆται ἢ φερ[ν]ὴν
λάβηι ἢ ἄλλ[ως] πως κτήση-
ται, ἄκυρον ε[ἶνα]ι τὴγ κτῆσιν
καὶ τὸν ἀδικ[ηθέ]ντα ἰέναι εἰς
70 τὰ τοῦ ἀδικήσ[αν]τος ἀτιμη-
τεί, ὁπόταν θ[έλ]ηι·
τὸ δεύτερον [σ]τρατηγήσηι
ἢ ἄλλην ἀρ[χὴν] ἄρξηι, ὅσ’ ἂν
διαχειρίσηι χ[ρή]ματα, πάντα
75 ὀφείλειν ὡς δ[η]μόσια ὄντα·
[ἐξ]εῖναι δὲ δι[κάσ]ασθαι τῶι
[βουλο]μένωι ὡ[ς] περὶ δημοσί-
[ων ἐν τ]ῶι δικα[σ]τηρίωι, ὅταν
[βούλητ]αι, μέχ[ρι] τέλος δι-
80 [κης γέν]ηται [δη]μοκρατου-
[μένων Ἰλ]ιέων· [ὃς] δ’ ἂν ἐπὶ τυ-
[ράννου] ἢ ὀλιγα[ρ]χίας ἐκ τού-
[των χρήμα]τα δη[μό]σια δῶι ἢ λά-
[βηι, ἐξεῖν]αι δικ[άσ]ασθαι ὡς
85 [περὶ δημοσίων] χρημάτων, ὑπόδι-
85a [κος δὲ ἔστω — — —            ]
III.86 ἐγ μιαροῦ γένωνται· καὶ τὰ ὄντα αὐτῶν
τὰ μὲν ἡμίση τῆς πόλεως ε[ἶ]ναι, τὰ δ’ ἡμί-
ση τῶμ παίδων τοῦ ἀποθανόντος, ἐὰν δὲ παῖ-
δες μὴ ὦσιν, εἰς οὓς ἂν τὰ χρήματα ἱκνῆται·
90 δίκην δὲ εἶναι περὶ τούτω[ν] ἀεί, μέχρι τέλος
δίκης γένηται δημοκρατουμένων Ἰλιέων·
ἐὰν δὲ δεθῆι ἢ ἑρχθῆι [ἢ] φεύγηι, δεσμῶν τιμὰς
διπλασίας ὀφείλει[ν κ]αὶ ὅτι ἂν βλαβῆι διπλάσιον·
ἐὰν δὲ χρήματα ἐ[κ]τείσηι, διπλάσια ἀποτινέ-
95 [τ]ω ὁ κατηγορήσ[ας]· δίκην δὲ εἶναι περὶ τούτων
[ἀ]εί, μέχρι τέλ[ος] δίκης γένηται δημοκρατου-
[μ]ένων Ἰλιέω[ν]· [ἐ]άν τις ἐπὶ τυράννου ἢ ὀλιγαρ-
χίας ἀποκτ[είνηι] τινὰ ἐν ἀρχῆι ὤν, πάντας τοὺς
τὴμ ψῆφ[ον προσθεμ]ένους ἀνδροφόνους εἶναι, κα[ὶ]
100 [ἐ]ξεῖ[ναι ἐπεξελθ]εῖν ἀεί, μέχρι τέλος δίκης
[γένηται δημοκρατουμέ]νων Ἰλιέωγ· καὶ ἐὰν τὴν
δίκ[ην μὴ νικήσηι, ψῆφον πρ]οσθέμενος ὥστε ἀ-
ποκτεῖναι, ἄτ[ιμον εἶναι] καὶ φεύγειν αὐτὸγ
καὶ ἐκγόνους οἳ ἂν [ἐξ αὐτοῦ γ]ένωνται· φόνον
105 δὲ ἐπιγαμίας μὴ καταλλάσ[σεσ]θαι μηδὲ χρή-
μασιν· εἰ δὲ μή, ἔνοχον εἶναι τῆι α[ὐτ]ῆι ζημίαι· ἐ-
ὰν δέ τις τύραννος ἢ ἡγεμὼν ὀλιγαρχίας ἢ ὅσ-
τις Ἰλιέων ἀρχὰς συ[ν]αποδεικνύηι μετὰ τού[των]
ἢ ἄλλος πρὸ τούτων πρίηται γῆν ἢ οἰκίαν ἢ κτήν[η]
110 ἢ ἀνδράποδα ἢ ἄλλο ὁτιοῦν, ἀκύρως ἐωνήσθω κα[ὶ]
ἐπανίτω εἰς τοὺς ἀποδομένους· ἐάν τις ἐν ὀλι-
γαρχίαι κακοτεχνῶν περὶ τοὺς νόμους  vacat
vacat  βουλὴν αἱρῆται ἢ τὰς ἄλλας ἀρχάς,
ὡς ἐν δημοκρατίαι θέλων διαπράσσεσθαι τ[ε]-
115 χνάζων, ἄκυρα εἶναι καὶ τὸν τεχνάζοντα πάσ-
χειν ὡς ἡγεμόνα ὀλιγαρχίας· ὃς ἂν τύρανν[ος]
ἢ ἡγεμὼν γένηται ὀλιγαρχίας, ἢ τύραννον στ[ή]-
σηι ἢ συνεπαναστῆι ἢ δημοκρατίαγ καταλύ-
σηι, ὅ<π>ου ἄν τι ὄνομα ἦι τούτων, ἐάν τε ἐν τοῖς
120 ἱερ<ητ>εύσασιν ἐάν τε ἐν ἀναθήματι ἐάν τ’ ἐπὶ τάφο[υ],
ἐκκόπτειν παντόθεγ, καὶ ἐγ μὲν τῶν ἱερητευ-
κότων ἐκκόψαντας πωλεῖγ, καὶ τὸμ πριάμενον
ὄνομα ἐπιγράψασθαι ὅτι ἂν θέληι οἷς μέτεστι·
τὰ δὲ ἀναθήματα ὅσα μὲν ἂν ἰδίαι ἀνατεθῆι, ἐξα-
125 λείψαντας τοῦ ἀναθέντος τὰ ἐπιγράμματα βο[υ]-
λεύειν περὶ τοῦ ἀναθήματος τὸν δῆμον, ὅπως μ[ή]-
τε ἐκείνων ἑστήξει μηδὲ μνημεῖον μηθὲν ἔσ-
ται· ὅπου δὲ κοινὸν ἀνάθημα καὶ ἑτέρων ἐπι-
γέγραπται, ἄδηλον ποιεῖν ἐξαλείψαντας τ[ὸ]
130 [ὄνομ]α τὸ ἐκείνου· ἐάν τις ἐπὶ τυράννου ἢ ὀλ[ι]-
130a [γαρχίας — — —                                 ]
IV.131 [        ]ι[      ]ηδιμ[  ἐὰν δὲ]
οἱ ἄρχοντες μ[ὴ κηρύξωσι τὸν]
στέφανον ἐν τοῖς [μεγάλοις Διο]-
νυσίοις ἢ μὴ συντελέ[σωσιν],
135 ὅπως ἀναγραφῶσι κατὰ [τὸν νό]-
μον, ὀφειλέτω τῶμ μὲν ἀρχόν-
των ἕκαστος τριάκοντα στα-
[τ]ῆρας, βο[υλῆς δ’] ἕκαστος δέ-
[κα] στατῆρας, ὁ δὲ ταμίας στα-
140 [τ]ῆρας ἑκατόν· καὶ ἄτιμοι ἔστω-
[σαν] καθ’ οὓς ἂν τῶν γεγραμ-
[μέ]νων τιμῆς ἐ[πικ]αλῆται, ἕ[ως ἂν]
[κο]μίσω[ν]ται τὰ χρήματα οἱ ἐπι-
καλοῦτες· εἶν[αι δὲ] τὴν ἔφο-
145 δον ἀεὶ ἐπὶ τοὺς ἄρχοντας καὶ
τὴμ βουλὴν τὴν ἐνεστῶσαν,
καὶ ἔστω τοῦτο πρῶτον ἔτος
καὶ τὰ ἐπίτιμα ταὐτὰ εἶναι
τοῖς ἐνεστῶσιν ἀρχείοις, ἕ-
150 ως ἂγ [κ]ομίσωνται τὰ χρήματ[α]
[κα]ὶ τὸν στέφανον οἱ ἐπικαλοῦν-
τες καὶ ἡ ἀναγραφὴ γένηται·
ἐὰν δέ τις κομίζηται μὴ τὴν
δημοκρατίαγ κατασκευάζων
155 εἰσενέγκας ἢ ἀναλώσας ἢ μὴ
ὀφειλόμενα ἢ πλείω ἀπολάβηι,
ἀποτινέτω διπλάσια, ἐὰν δίκηι
[ν]ικᾶται· καὶ ὃς ἂμ παρὰ τούτων
[λ]αβὼν <μὴ> ἀναλώσηι ὥστε ἡ δημο-
160 κρατία κατασταθῆι ἢ ὃς ἂμ [πα]-
ρὰ τούτω[ν] ἔχων μὴ ἀποδε[ίξηι]
[ἀ]ναλωμένα εἰς ταῦτα, διπλ[άσια]
ἀποτεισάτω ἅπερ ἂν λάβη[ι, ἐ]-
ὰν δίκηι νικᾶται· ὧι δ’ ἂν ἐπικ[α]-
165 λῆται καὶ γραφῆι δίκη μὴ εἰσ[ε]-
νέγκαι ἢ μὴ ε[ἰσ]αναλῶσαι [κα]-
τὰ τὸν νόμον ἢ μὴ ὀφειλόμ[ενα]
ἢ πλείω ἀπολαβεῖν, μὴ στ[εφα]-
νούσθω μηδὲ ἀναγραφ[έσθω]
170 εἰς στήλην [       ] γέ-
νηται κα[ὶ    ]π[   ]τα[  ]
[         ]σι[    ] χρήματα
Search Help
Contact Us